τοῦ δ’ αὐτοῦ χειμῶνος καὶ Δῆλον ἐκάθηραν Ἀθηναῖοι κατὰ χρησμὸν δή τινα . ἐκάθηρε μὲν γὰρ καὶ Πεισίστρατος ὁ τύραννος πρότερον αὐτήν , οὐχ ἅπασαν , ἀλλ’ ὅσον ἀπὸ τοῦ ἱεροῦ ἐφεωρᾶτο τῆς νήσου · τότε δὲ πᾶσα ἐκαθάρθη τοιῷδε τρόπῳ .
θῆκαι ὅσαι ἦσαν τῶν τεθνεώτων ἐν Δήλῳ , πάσας ἀνεῖλον , καὶ τὸ λοιπὸν προεῖπον μήτε ἐναποθνῄσκειν ἐν τῇ νήσῳ μήτε ἐντίκτειν , ἀλλ’ ἐς τὴν Ῥήνειαν διακομίζεσθαι . ἀπέχει δὲ ἡ Ῥήνεια τῆς Δήλου οὕτως ὀλίγον ὥστε Πολυκράτης ὁ Σαμίων τύραννος ἰσχύσας τινὰ χρόνον ναυτικῷ καὶ τῶν τε ἄλλων νήσων ἄρξας καὶ τὴν Ῥήνειαν ἑλὼν ἀνέθηκε τῷ Ἀπόλλωνι τῷ Δηλίῳ ἁλύσει δήσας πρὸς τὴν Δῆλον . καὶ τὴν πεντετηρίδα τότε πρῶτον μετὰ τὴν κάθαρσιν ἐποίησαν οἱ Ἀθηναῖοι τὰ Δήλια .
ἦν δέ ποτε καὶ τὸ πάλαι μεγάλη ξύνοδος ἐς τὴν Δῆλον τῶν Ἰώνων τε καὶ περικτιόνων νησιωτῶν · ξύν τε γὰρ γυναιξὶ καὶ παισὶν ἐθεώρουν , ὥσπερ νῦν ἐς τὰ Ἐφέσια Ἴωνες , καὶ ἀγὼν ἐποιεῖτο αὐτόθι καὶ γυμνικὸς καὶ μουσικός , χορούς τε ἀνῆγον αἱ πόλεις .
δηλοῖ δὲ μάλιστα Ὅμηρος ὅτι τοιαῦτα ἦν ἐν τοῖς ἔπεσι τοῖσδε , ἅ ἐστιν ἐκ προοιμίου Ἀπόλλωνος ·
ἀλλ’ ὅτε Δήλῳ , Φοῖβε , μάλιστά γε θυμὸν ἐτέρφθης ,1ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται1σὺν σφοῖσιν τεκέεσσι γυναιξί τε σὴν ἐς ἀγυιάν ·1ἔνθα σε πυγμαχίῃ τε καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ1μνησάμενοι τέρπουσιν , ὅταν καθέσωσιν ἀγῶνα .1
ὅτι δὲ καὶ μουσικῆς ἀγὼν ἦν καὶ ἀγωνιούμενοι ἐφοίτων ἐν τοῖσδε αὖ δηλοῖ , ἅ ἐστιν ἐκ τοῦ αὐτοῦ προοιμίου · τὸν γὰρ Δηλιακὸν χορὸν τῶν γυναικῶν ὑμνήσας ἐτελεύτα τοῦ ἐπαίνου ἐς τάδε τὰ ἔπη , ἐν οἷς καὶ ἑαυτοῦ ἐπεμνήσθη ·
ἀλλ’ ἄγεθ᾽ , ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν ,1χαίρετε δ’ ὑμεῖς πᾶσαι . ἐμεῖο δὲ καὶ μετόπισθε1μνήσασθ᾽ , ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων1ἐνθάδ’ ἀνείρηται ταλαπείριος ἄλλος ἐπελθών ·1‘ὦ κοῦραι , τίς δ’ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν1ἐνθάδε πωλεῖται , καὶ τέῳ τέρπεσθε μάλιστα ; ’1ὑμεῖς δ’ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως ·1‘τυφλὸς ἀνήρ , οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ . ’1
τοσαῦτα μὲν Ὅμηρος ἐτεκμηρίωσεν ὅτι ἦν καὶ τὸ πάλαι μεγάλη ξύνοδος καὶ ἑορτὴ ἐν τῇ Δήλῳ · ὕστερον δὲ τοὺς μὲν χοροὺς οἱ νησιῶται καὶ οἱ Ἀθηναῖοι μεθ’ ἱερῶν ἔπεμπον , τὰ δὲ περὶ τοὺς ἀγῶνας καὶ τὰ πλεῖστα κατελύθη ὑπὸ ξυμφορῶν , ὡς εἰκός , πρὶν δὴ οἱ Ἀθηναῖοι τότε τὸν ἀγῶνα ἐποίησαν καὶ ἱπποδρομίας , ὃ πρότερον οὐκ ἦν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.