καὶ ὁ μὲν Δημοσθένης τοιαῦτα ἐγίγνωσκεν · ὁ δὲ Νικίας ἐνόμιζε μὲν καὶ αὐτὸς πονηρά σφῶν τὰ πράγματα εἶναι , τῷ δὲ λόγῳ οὐκ ἐβούλετο αὐτὰ ἀσθενῆ ἀποδεικνύναι , οὐδ’ ἐμφανῶς σφᾶς ψηφιζομένους μετὰ πολλῶν τὴν ἀναχώρησιν τοῖς πολεμίοις καταγγέλτους γίγνεσθαι · λαθεῖν γὰρ ἄν , ὁπότε βούλοιντο , τοῦτο ποιοῦντες πολλῷ ἧσσον .
τὸ δέ τι καὶ τὰ τῶν πολεμίων , ἀφ’ ὧν ἐπὶ πλέον ἢ οἱ ἄλλοι ᾐσθάνετο αὐτῶν , ἐλπίδος τι ἔτι παρεῖχε πονηρότερα τῶν σφετέρων ἔσεσθαι , ἢν καρτερῶσι προσκαθήμενοι · χρημάτων γὰρ ἀπορίᾳ αὐτοὺς ἐκτρυχώσειν , ἄλλως τε καὶ ἐπὶ πλέον ἤδη ταῖς ὑπαρχούσαις ναυσὶ θαλασσοκρατούντων . καὶ ἦν γάρ τι καὶ ἐν ταῖς Συρακούσαις βουλόμενον τοῖς Ἀθηναίοις τὰ πράγματα ἐνδοῦναι , ἐπεκηρυκεύετο ὡς αὐτὸν καὶ οὐκ εἴα ἀπανίστασθαι .
ἃ ἐπιστάμενος τῷ μὲν ἔργῳ ἔτι ἐπ’ ἀμφότερα ἔχων καὶ διασκοπῶν ἀνεῖχε , τῷ δ’ ἐμφανεῖ τότε λόγῳ οὐκ ἔφη ἀπάξειν τὴν στρατιάν . εὖ γὰρ εἰδέναι ὅτι Ἀθηναῖοι σφῶν ταῦτα οὐκ ἀποδέξονται , ὥστε μὴ αὐτῶν ψηφισαμένων ἀπελθεῖν . καὶ γὰρ οὐ τοὺς αὐτοὺς ψηφιεῖσθαί τε περὶ σφῶν [αὐτῶν ] καὶ τὰ πράγματα ὥσπερ καὶ αὐτοὶ ὁρῶντας καὶ οὐκ ἄλλων ἐπιτιμήσει ἀκούσαντας γνώσεσθαι , ἀλλ’ ἐξ ὧν ἄν τις εὖ λέγων διαβάλλοι , ἐκ τούτων αὐτοὺς πείσεσθαι .
τῶν τε παρόντων στρατιωτῶν πολλοὺς καὶ τοὺς πλείους ἔφη , οἳ νῦν βοῶσιν ὡς ἐν δεινοῖς ὄντες , ἐκεῖσε ἀφικομένους τἀναντία βοήσεσθαι ὡς ὑπὸ χρημάτων καταπροδόντες οἱ στρατηγοὶ ἀπῆλθον . οὔκουν βούλεσθαι αὐτός γε ἐπιστάμενος τὰς Ἀθηναίων φύσεις ἐπ᾽ αἰσχρᾷ τε αἰτίᾳ καὶ ἀδίκως ὑπ’ Ἀθηναίων ἀπολέσθαι μᾶλλον ἢ ὑπὸ τῶν πολεμίων , εἰ δεῖ , κινδυνεύσας τοῦτο παθεῖν ἰδίᾳ .
τά τε Συρακοσίων ἔφη ὅμως ἔτι ἥσσω τῶν σφετέρων εἶναι · καὶ χρήμασι γὰρ αὐτοὺς ξενοτροφοῦντας καὶ ἐν περιπολίοις ἅμα ἀναλίσκοντας καὶ ναυτικὸν πολὺ ἔτι ἐνιαυτὸν ἤδη βόσκοντας τὰ μὲν ἀπορεῖν , τὰ δ’ ἔτι ἀμηχανήσειν · δισχίλιά τε γὰρ τάλαντα ἤδη ἀνηλωκέναι καὶ ἔτι πολλὰ προσοφείλειν , ἤν τε καὶ ὁτιοῦν ἐκλίπωσι τῆς νῦν παρασκευῆς τῷ μὴ διδόναι τροφήν , φθερεῖσθαι αὐτῶν τὰ πράγματα , ἐπικουρικὰ μᾶλλον ἢ δι’ ἀνάγκης ὥσπερ τὰ σφέτερα ὄντα .
τρίβειν οὖν ἔφη χρῆναι προσκαθημένους καὶ μὴ χρήμασιν , ὧν πολὺ κρείσσους εἰσί , νικηθέντας ἀπιέναι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.