‘ἡ μὲν γενομένη ναυμαχία , ὦ ἄνδρες Πελοποννήσιοι , εἴ τις ἄρα δι’ αὐτὴν ὑμῶν φοβεῖται τὴν μέλλουσαν , οὐχὶ δικαίαν ἔχει τέκμαρσιν τὸ ἐκφοβῆσαι .
τῇ τε γὰρ παρασκευῇ ἐνδεὴς ἐγένετο , ὥσπερ ἴστε , καὶ οὐχὶ ἐς ναυμαχίαν μᾶλλον ἢ ἐπὶ στρατείαν ἐπλέομεν · ξυνέβη δὲ καὶ τὰ ἀπὸ τῆς τύχης οὐκ ὀλίγα ἐναντιωθῆναι , καί πού τι καὶ ἡ ἀπειρία πρῶτον ναυμαχοῦντας ἔσφηλεν .
ὥστε οὐ κατὰ τὴν ἡμετέραν κακίαν τὸ ἡσσᾶσθαι προσεγένετο , οὐδὲ δίκαιον τῆς γνώμης τὸ μὴ κατὰ κράτος νικηθέν , ἔχον δέ τινα ἐν αὑτῷ ἀντιλογίαν , τῆς γε ξυμφορᾶς τῷ ἀποβάντι ἀμβλύνεσθαι , νομίσαι δὲ ταῖς μὲν τύχαις ἐνδέχεσθαι σφάλλεσθαι τοὺς ἀνθρώπους , ταῖς δὲ γνώμαις τοὺς αὐτοὺς αἰεὶ ὀρθῶς ἀνδρείους εἶναι , καὶ μὴ ἀπειρίαν τοῦ ἀνδρείου παρόντος προβαλλομένους εἰκότως ἂν ἔν τινι κακοὺς γενέσθαι .
ὑμῶν δὲ οὐδ’ ἡ ἀπειρία τοσοῦτον λείπεται ὅσον τόλμῃ προύχετε · τῶνδε δὲ ἡ ἐπιστήμη , ἣν μάλιστα φοβεῖσθε , ἀνδρείαν μὲν ἔχουσα καὶ μνήμην ἕξει ἐν τῷ δεινῷ ἐπιτελεῖν ἃ ἔμαθεν , ἄνευ δὲ εὐψυχίας οὐδεμία τέχνη πρὸς τοὺς κινδύνους ἰσχύει . φόβος γὰρ μνήμην ἐκπλήσσει , τέχνη δὲ ἄνευ ἀλκῆς οὐδὲν ὠφελεῖ .
πρὸς μὲν οὖν τὸ ἐμπειρότερον αὐτῶν τὸ τολμηρότερον ἀντιτάξασθε , πρὸς δὲ τὸ διὰ τὴν ἧσσαν δεδιέναι τὸ ἀπαράσκευοι τότε τυχεῖν .
περιγίγνεται δὲ ὑμῖν πλῆθός τε νεῶν καὶ πρὸς τῇ γῇ οἰκείᾳ οὔσῃ ὁπλιτῶν παρόντων ναυμαχεῖν · τὰ δὲ πολλὰ τῶν πλεόνων καὶ ἄμεινον παρεσκευασμένων τὸ κράτος ἐστίν .
ὥστε οὐδὲ καθ’ ἓν εὑρίσκομεν εἰκότως ἂν ἡμᾶς σφαλλομένους · καὶ ὅσα ἡμάρτομεν πρότερον , νῦν αὐτὰ ταῦτα προσγενόμενα διδασκαλίαν παρέξει .
θαρσοῦντες οὖν καὶ κυβερνῆται καὶ ναῦται τὸ καθ’ ἑαυτὸν ἕκαστος ἕπεσθε , χώραν μὴ προλείποντες ᾗ ἄν τις προσταχθῇ .
τῶν δὲ πρότερον ἡγεμόνων οὐ χεῖρον τὴν ἐπιχείρησιν ἡμεῖς παρασκευάσομεν , καὶ οὐκ ἐνδώσομεν πρόφασιν οὐδενὶ κακῷ γενέσθαι · ἢν δέ τις ἄρα καὶ βουληθῇ , κολασθήσεται τῇ πρεπούσῃ ζημίᾳ , οἱ δὲ ἀγαθοὶ τιμήσονται τοῖς προσήκουσιν ἄθλοις τῆς ἀρετῆς . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.