οἱ δ’ ὡς ἔγνωσαν ἐξηπατημένοι , ξυνεστρέφοντό τε ἐν σφίσιν αὐτοῖς καὶ τὰς προσβολὰς ᾗ προσπίπτοιεν ἀπεωθοῦντο . καὶ
δὶς μὲν ἢ τρὶς ἀπεκρούσαντο , ἔπειτα πολλῷ θορύβῳ αὐτῶν τε προσβαλόντων καὶ τῶν γυναικῶν καὶ τῶν οἰκετῶν ἅμα ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγῇ χρωμένων λίθοις τε καὶ κεράμῳ βαλλόντων , καὶ ὑετοῦ ἅμα διὰ νυκτὸς πολλοῦ ἐπιγενομένου , ἐφοβήθησαν καὶ τραπόμενοι ἔφευγον διὰ τῆς πόλεως , ἄπειροι μὲν ὄντες οἱ πλείους ἐν σκότῳ καὶ πηλῷ τῶν διόδων ᾗ χρὴ σωθῆναι ( καὶ γὰρ τελευτῶντος τοῦ μηνὸς τὰ γιγνόμενα ἦν) , ἐμπείρους δὲ ἔχοντες τοὺς διώκοντας τοῦ μὴ ἐκφεύγειν , ὥστε διεφθείροντο οἱ πολλοί . τῶν
δὲ Πλαταιῶν τις τὰς πύλας ᾗ ἐσῆλθον καὶ αἵπερ ἦσαν μόναι ἀνεῳγμέναι ἔκλῃσε στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος ἐς τὸν μοχλόν , ὥστε μηδὲ ταύτῃ ἔξοδον ἔτι εἶναι . διωκόμενοι
δὲ κατὰ τὴν πόλιν οἱ μέν τινες αὐτῶν ἐπὶ τὸ τεῖχος ἀναβάντες ἔρριψαν ἐς τὸ ἔξω σφᾶς αὐτοὺς καὶ διεφθάρησαν οἱ πλείους , οἱ δὲ κατὰ πύλας ἐρήμους γυναικὸς δούσης πέλεκυν λαθόντες καὶ διακόψαντες τὸν μοχλὸν ἐξῆλθον οὐ πολλοί ( αἴσθησις γὰρ ταχεῖα ἐπεγένετο) , ἄλλοι δὲ ἄλλῃ τῆς πόλεως σποράδες ἀπώλλυντο . τὸ
δὲ πλεῖστον καὶ ὅσον μάλιστα ἦν ξυνεστραμμένον ἐσπίπτουσιν ἐς οἴκημα μέγα , ὃ ἦν τοῦ τείχους καὶ αἱ θύραι ἀνεῳγμέναι ἔτυχον αὐτοῦ , οἰόμενοι πύλας τὰς θύρας τοῦ οἰκήματος εἶναι καὶ ἄντικρυς δίοδον ἐς τὸ ἔξω . ὁρῶντες
δὲ αὐτοὺς οἱ Πλαταιῆς ἀπειλημμένους ἐβουλεύοντο εἴτε κατακαύσωσιν ὥσπερ ἔχουσιν , ἐμπρήσαντες τὸ οἴκημα , εἴτε τι ἄλλο χρήσωνται . τέλος
δὲ οὗτοί τε καὶ ὅσοι ἄλλοι τῶν Θηβαίων περιῆσαν κατὰ τὴν πόλιν πλανώμενοι , ξυνέβησαν τοῖς Πλαταιεῦσι παραδοῦναι σφᾶς τε αὐτοὺς καὶ τὰ ὅπλα χρήσασθαι ὅτι ἂν βούλωνται . οἱ
μὲν δὴ ἐν τῇ Πλαταίᾳ οὕτως ἐπεπράγεσαν ·
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.