‘καττάδε δοκεῖ τᾷ ἐκκλησίᾳ τῶν Λακεδαιμονίων ξυμβαλέσθαι ποττὼς Ἀργείως , ἀποδιδόντας τὼς παῖδας τοῖς Ὀρχομενίοις καὶ τὼς ἄνδρας τοῖς Μαιναλίοις , καὶ τὼς ἄνδρας τὼς ἐν Μαντινείᾳ τοῖς Λακεδαιμονίοις ἀποδιδόντας , καὶ ἐξ Ἐπιδαύρω ἐκβῶντας καὶ τὸ τεῖχος ἀναιρίοντας .
αἰ δέ κα μὴ εἴκωντι τοὶ Ἀθηναῖοι ἐξ Ἐπιδαύρω , πολεμίως ἦμεν τοῖς Ἀργείοις καὶ τοῖς Λακεδαιμονίοις καὶ τοῖς τῶν Λακεδαιμονίων ξυμμάχοις καὶ τοῖς τῶν Ἀργείων ξυμμάχοις .
καὶ αἴ τινα τοὶ Λακεδαιμόνιοι παῖδα ἔχοντι , ἀποδόμεν ταῖς πολίεσσι πάσαις .
περὶ δὲ τῶ σιῶ σύματος , αἰ μὲν λῆν , τοῖς Ἐπιδαυρίοις ὅρκον δόμεν , 〈αἰ〉 δέ , αὐτὼς ὀμόσαι .
τὰς δὲ πόλιας τὰς ἐν Πελοποννάσῳ , καὶ μικρὰς καὶ μεγάλας , αὐτονόμως ἦμεν πάσας καττὰ πάτρια .
αἰ δέ κα τῶν ἐκτὸς Πελοποννάσω τις ἐπὶ τὰν Πελοπόννασον γᾶν ἴῃ ἐπὶ κακῷ , ἀλεξέμεναι ἁμόθι βωλευσαμένως , ὅπᾳ κα δικαιότατα δοκῇ τοῖς Πελοποννασίοις .
ὅσσοι δ’ ἐκτὸς Πελοποννάσω τῶν Λακεδαιμονίων ξύμμαχοί ἐντι , ἐν τῷ αὐτῷ ἐσσίονται ἐν τῷπερ καὶ τοὶ Λακεδαιμόνιοι , καὶ τοὶ τῶν Ἀργείων ξύμμαχοι ἐν τ〈ῷ αὐτῷ ἐσσίονται ἐν τῷπερ καὶ τοὶ Ἀργεῖοι〉 , τὰν αὐτῶν ἔχοντες .
ἐπιδείξαντας δὲ τοῖς ξυμμάχοις ξυμβαλέσθαι , αἴ κα αὐτοῖς δοκῇ . αἰ δέ τι δοκῇ τοῖς ξυμμάχοις , οἴκαδ’ ἀπιάλλην . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.