‘τὴν μὲν παράδοσιν τῆς πόλεως , ὦ Λακεδαιμόνιοι , πιστεύσαντες ὑμῖν ἐποιησάμεθα , οὐ τοιάνδε δίκην οἰόμενοι ὑφέξειν , νομιμωτέραν δέ τινα ἔσεσθαι , καὶ ἐν δικασταῖς οὐκ ἂν ἄλλοις δεξάμενοι , ὥσπερ καὶ ἐσμέν , γενέσθαι [ἢ ὑμῖν] , ἡγούμενοι τὸ ἴσον μάλιστ’ ἂν φέρεσθαι .
νῦν δὲ φοβούμεθα μὴ ἀμφοτέρων ἅμα ἡμαρτήκαμεν · τόν τε γὰρ ἀγῶνα περὶ τῶν δεινοτάτων εἶναι εἰκότως ὑποπτεύομεν καὶ ὑμᾶς μὴ οὐ κοινοὶ ἀποβῆτε , τεκμαιρόμενοι προκατηγορίας τε ἡμῶν οὐ προγεγενημένης ᾗ χρὴ ἀντειπεῖν ( ἀλλ’ αὐτοὶ λόγον ᾐτησάμεθα) τό τε ἐπερώτημα βραχὺ ὄν , ᾧ τὰ μὲν ἀληθῆ ἀποκρίνασθαι ἐναντία γίγνεται , τὰ δὲ ψευδῆ ἔλεγχον ἔχει .
πανταχόθεν δὲ ἄποροι καθεστῶτες ἀναγκαζόμεθα καὶ ἀσφαλέστερον δοκεῖ εἶναι εἰπόντας τι κινδυνεύειν · καὶ γὰρ ὁ μὴ ῥηθεὶς λόγος τοῖς ὧδ’ ἔχουσιν αἰτίαν ἂν παράσχοι ὡς , εἰ ἐλέχθη , σωτήριος ἂν ἦν .
χαλεπῶς δὲ ἔχει ἡμῖν πρὸς τοῖς ἄλλοις καὶ ἡ πειθώ . ἀγνῶτες μὲν γὰρ ὄντες ἀλλήλων ἐπεσενεγκάμενοι μαρτύρια ὧν ἄπειροι ἦτε ὠφελούμεθ’ ἄν · νῦν δὲ πρὸς εἰδότας πάντα λελέξεται , καὶ δέδιμεν οὐχὶ μὴ προκαταγνόντες ἡμῶν τὰς ἀρετὰς ἥσσους εἶναι τῶν ὑμετέρων ἔγκλημα αὐτὸ ποιῆτε , ἀλλὰ μὴ ἄλλοις χάριν φέροντες ἐπὶ διεγνωσμένην κρίσιν καθιστώμεθα .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.