ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ τῆς ὑστεραίας μέρος τι προσβολὰς ποιησάμενοι ἐπέπαυντο · καὶ τῇ τρίτῃ ἐπὶ ξύλα ἐς μηχανὰς παρέπεμψαν τῶν νεῶν τινὰς ἐς Ἀσίνην , ἐλπίζοντες τὸ κατὰ τὸν λιμένα τεῖχος ὕψος μὲν ἔχειν , ἀποβάσεως δὲ μάλιστα οὔσης ἑλεῖν 〈ἂν 〉 μηχαναῖς .
ἐν τούτῳ δὲ αἱ ἐκ τῆς Ζακύνθου νῆες τῶν Ἀθηναίων παραγίγνονται τεσσαράκοντα · προσεβοήθησαν γὰρ τῶν τε φρουρίδων τινὲς αὐτοῖς τῶν ἐκ Ναυπάκτου καὶ Χῖαι τέσσαρες .
ὡς δὲ εἶδον τήν τε ἤπειρον ὁπλιτῶν περίπλεων τήν τε νῆσον , ἔν τε τῷ λιμένι οὔσας τὰς ναῦς καὶ οὐκ ἐκπλεούσας , ἀπορήσαντες ὅπῃ καθορμίσωνται , τότε μὲν ἐς Πρωτὴν τὴν νῆσον , ἣ οὐ πολὺ ἀπέχει ἐρῆμος οὖσα , ἔπλευσαν καὶ ηὐλίσαντο , τῇ δ’ ὑστεραίᾳ παρασκευασάμενοι ὡς ἐπὶ ναυμαχίαν ἀνήγοντο , ἢν μὲν ἀντεκπλεῖν ἐθέλωσι σφίσιν ἐς τὴν εὐρυχωρίαν , εἰ δὲ μή , ὡς αὐτοὶ ἐπεσπλευσούμενοι .
καὶ οἱ μὲν οὔτε ἀντανήγοντο οὔτε ἃ διενοήθησαν , φάρξαι τοὺς ἔσπλους , ἔτυχον ποιήσαντες , ἡσυχάζοντες δ’ ἐν τῇ γῇ τάς τε ναῦς ἐπλήρουν καὶ παρεσκευάζοντο , ἢν ἐσπλέῃ τις , ὡς ἐν τῷ λιμένι ὄντι οὐ σμικρῷ ναυμαχήσοντες .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.