ἐπειδὴ δὲ παρεσκεύαστο πάντα καὶ τοὺς ὁμήρους κατέθετο ἐς Κυτίνιον τὸ Δωρικόν , ἐχώρει τῷ στρατῷ ἐπὶ τὴν Ναύπακτον διὰ τῶν Λοκρῶν , καὶ πορευόμενος Οἰνεῶνα αἱρεῖ αὐτῶν καὶ Εὐπάλιον · οὐ γὰρ προσεχώρησαν . γενόμενοι
δ’ ἐν τῇ Ναυπακτίᾳ καὶ οἱ Αἰτωλοὶ ἅμα ἤδη προσβεβοηθηκότες ἐδῄουν τὴν γῆν καὶ τὸ προάστειον ἀτείχιστον ὂν εἷλον · ἐπί τε Μολύκρειον ἐλθόντες τὴν Κορινθίων μὲν ἀποικίαν , Ἀθηναίων δὲ ὑπήκοον , αἱροῦσιν . Δημοσθένης
δὲ ὁ Ἀθηναῖος (ἔτι γὰρ ἐτύγχανεν ὢν μετὰ τὰ ἐκ τῆς Αἰτωλίας περὶ Ναύπακτον ) προαισθόμενος τοῦ στρατοῦ καὶ δείσας περὶ αὐτῆς , ἐλθὼν πείθει Ἀκαρνᾶνας , χαλεπῶς διὰ τὴν ἐκ τῆς Λευκάδος ἀναχώρησιν , βοηθῆσαι Ναυπάκτῳ . καὶ
πέμπουσι μετ’ αὐτοῦ ἐπὶ τῶν νεῶν χιλίους ὁπλίτας , οἳ ἐσελθόντες περιεποίησαν τὸ χωρίον · δεινὸν γὰρ ἦν μὴ μεγάλου ὄντος τοῦ τείχους , ὀλίγων δὲ τῶν ἀμυνομένων , οὐκ ἀντίσχωσιν . Εὐρύλοχος
δὲ καὶ οἱ μετ’ αὐτοῦ ὡς ᾔσθοντο τὴν στρατιὰν ἐσεληλυθυῖαν καὶ ἀδύνατον ὂν τὴν πόλιν βίᾳ ἑλεῖν , ἀνεχώρησαν οὐκ ἐπὶ Πελοποννήσου , ἀλλ’ ἐς τὴν Αἰολίδα τὴν νῦν καλουμένην Καλυδῶνα καὶ Πλευρῶνα καὶ ἐς τὰ ταύτῃ χωρία καὶ ἐς Πρόσχιον τῆς Αἰτωλίας . οἱ
γὰρ Ἀμπρακιῶται ἐλθόντες πρὸς αὐτοὺς πείθουσιν ὥστε μετὰ σφῶν Ἄργει τε τῷ Ἀμφιλοχικῷ καὶ Ἀμφιλοχίᾳ τῇ ἄλλῃ ἐπιχειρῆσαι καὶ Ἀκαρνανίᾳ ἅμα , λέγοντες ὅτι , ἢν τούτων κρατήσωσι , πᾶν τὸ ἠπειρωτικὸν Λακεδαιμονίοις ξύμμαχον καθεστήξει . καὶ
ὁ μὲν Εὐρύλοχος πεισθεὶς καὶ τοὺς Αἰτωλοὺς ἀφεὶς ἡσύχαζε τῷ στρατῷ περὶ τοὺς χώρους τούτους , ἕως τοῖς Ἀμπρακιώταις ἐκστρατευσαμένοις περὶ τὸ Ἄργος δέοι βοηθεῖν . καὶ τὸ θέρος ἐτελεύτα .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.