ἀφίκοντο δὲ καὶ Θρᾳκῶν τῶν μαχαιροφόρων τοῦ Διακοῦ γένους ἐς τὰς Ἀθήνας πελτασταὶ ἐν τῷ αὐτῷ θέρει τούτῳ τριακόσιοι καὶ χίλιοι , οὓς ἔδει τῷ Δημοσθένει ἐς τὴν Σικελίαν ξυμπλεῖν .
οἱ δ’ Ἀθηναῖοι , ὡς ὕστεροι ἧκον , διενοοῦντο αὐτοὺς πάλιν ὅθεν ἦλθον ἐς Θρᾴκην ἀποπέμπειν . τὸ γὰρ ἔχειν πρὸς τὸν ἐκ τῆς Δεκελείας πόλεμον αὐτοὺς πολυτελὲς ἐφαίνετο · δραχμὴν γὰρ τῆς ἡμέρας ἕκαστος ἐλάμβανεν .
ἐπειδὴ γὰρ ἡ Δεκέλεια τὸ μὲν πρῶτον ὑπὸ πάσης τῆς στρατιᾶς ἐν τῷ θέρει τούτῳ τειχισθεῖσα , ὕστερον δὲ φρουραῖς ἀπὸ τῶν πόλεων κατὰ διαδοχὴν χρόνου ἐπιούσαις τῇ χώρᾳ ἐπῳκεῖτο , πολλὰ ἔβλαπτε τοὺς Ἀθηναίους , καὶ ἐν τοῖς πρῶτον χρημάτων τ’ ὀλέθρῳ καὶ ἀνθρώπων φθορᾷ ἐκάκωσε τὰ πράγματα .
πρότερον μὲν γὰρ βραχεῖαι γιγνόμεναι αἱ ἐσβολαὶ τὸν ἄλλον χρόνον τῆς γῆς ἀπολαύειν οὐκ ἐκώλυον · τότε δὲ ξυνεχῶς ἐπικαθημένων , καὶ ὁτὲ μὲν καὶ πλεόνων ἐπιόντων , ὁτὲ δ’ ἐξ ἀνάγκης τῆς ἴσης φρουρᾶς καταθεούσης τε τὴν χώραν καὶ λῃστείας ποιουμένης , βασιλέως τε παρόντος τοῦ τῶν Λακεδαιμονίων Ἄγιδος , ὃς οὐκ ἐκ παρέργου τὸν πόλεμον ἐποιεῖτο , μεγάλα οἱ Ἀθηναῖοι ἐβλάπτοντο .
τῆς τε γὰρ χώρας ἁπάσης ἐστέρηντο , καὶ ἀνδραπόδων πλέον ἢ δύο μυριάδες ηὐτομολήκεσαν , καὶ τούτων τὸ πολὺ μέρος χειροτέχναι , πρόβατά τε πάντα ἀπωλώλει καὶ ὑποζύγια · ἵπποι τε , ὁσημέραι ἐξελαυνόντων τῶν ἱππέων πρός τε τὴν Δεκέλειαν καταδρομὰς ποιουμένων καὶ κατὰ τὴν χώραν φυλασσόντων , οἱ μὲν ἀπεχωλοῦντο ἐν γῇ ἀποκρότῳ τε καὶ ξυνεχῶς ταλαιπωροῦντες , οἱ δ’ ἐτιτρώσκοντο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.