ξυμμείξαντες δέ , ἐπειδὴ τὰ σημεῖα ἑκατέροις ἤρθη , ἐναυμάχουν , πολλοὺς μὲν ὁπλίτας ἔχοντες ἀμφότεροι ἐπὶ τῶν καταστρωμάτων , πολλοὺς δὲ τοξότας τε καὶ ἀκοντιστάς , τῷ παλαιῷ τρόπῳ ἀπειρότερον ἔτι παρεσκευασμένοι .
ἦν τε ἡ ναυμαχία καρτερά , τῇ μὲν τέχνῃ οὐχ ὁμοίως , πεζομαχίᾳ δὲ τὸ πλέον προσφερὴς οὖσα .
ἐπειδὴ γὰρ προσβάλοιεν ἀλλήλοις , οὐ ῥᾳδίως ἀπελύοντο ὑπό τε τοῦ πλήθους καὶ ὄχλου τῶν νεῶν , καὶ μᾶλλόν τι πιστεύοντες τοῖς ἐπὶ τοῦ καταστρώματος ὁπλίταις ἐς τὴν νίκην , οἳ καταστάντες ἐμάχοντο ἡσυχαζουσῶν τῶν νεῶν · διέκπλοι δ’ οὐκ ἦσαν , ἀλλὰ θυμῷ καὶ ῥώμῃ τὸ πλέον ἐναυμάχουν ἢ ἐπιστήμῃ .
πανταχῇ μὲν οὖν πολὺς θόρυβος καὶ ταραχώδης ἦν ἡ ναυμαχία , ἐν ᾗ αἱ Ἀττικαὶ νῆες παραγιγνόμεναι τοῖς Κερκυραίοις , εἴ πῃ πιέζοιντο , φόβον μὲν παρεῖχον τοῖς ἐναντίοις , μάχης δὲ οὐκ ἦρχον δεδιότες οἱ στρατηγοὶ τὴν πρόρρησιν τῶν Ἀθηναίων .
μάλιστα δὲ τὸ δεξιὸν κέρας τῶν Κορινθίων ἐπόνει · οἱ γὰρ Κερκυραῖοι εἴκοσι ναυσὶν αὐτοὺς τρεψάμενοι καὶ καταδιώξαντες σποράδας ἐς τὴν ἤπειρον καὶ μέχρι τοῦ στρατοπέδου πλεύσαντες αὐτῶν καὶ ἐπεκβάντες ἐνέπρησάν τε τὰς σκηνὰς ἐρήμους καὶ τὰ χρήματα διήρπασαν .
ταύτῃ μὲν οὖν οἱ Κορίνθιοι καὶ οἱ ξύμμαχοι ἡσσῶντό [τε ] καὶ οἱ Κερκυραῖοι ἐπεκράτουν · ᾗ δὲ αὐτοὶ ἦσαν οἱ Κορίνθιοι , ἐπὶ τῷ εὐωνύμῳ , πολὺ ἐνίκων , τοῖς Κερκυραίοις τῶν εἴκοσι νεῶν ἀπὸ ἐλάσσονος πλήθους ἐκ τῆς διώξεως οὐ παρουσῶν .
οἱ δὲ Ἀθηναῖοι ὁρῶντες τοὺς Κερκυραίους πιεζομένους μᾶλλον ἤδη ἀπροφασίστως ἐπεκούρουν , τὸ μὲν πρῶτον ἀπεχόμενοι ὥστε μὴ ἐμβάλλειν τινί · ἐπειδὴ δὲ ἡ τροπὴ ἐγίγνετο λαμπρῶς καὶ ἐνέκειντο οἱ Κορίνθιοι , τότε δὴ ἔργου πᾶς εἴχετο ἤδη καὶ διεκέκριτο οὐδὲν ἔτι , ἀλλὰ ξυνέπεσεν ἐς τοῦτο ἀνάγκης ὥστε ἐπιχειρῆσαι ἀλλήλοις τοὺς Κορινθίους καὶ Ἀθηναίους .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.