ὄντος δ’ αὐτοῦ ἐνταῦθα Λεσβίων ἀφικνοῦνται πρέσβεις βουλόμενοι αὖθις ἀποστῆναι · καὶ αὐτὸν μὲν πείθουσιν , ὡς δ’ οἵ τε Κορίνθιοι καὶ οἱ ἄλλοι ξύμμαχοι ἀπρόθυμοι ἦσαν διὰ τὸ πρότερον σφάλμα , ἄρας ἔπλει ἐπὶ τῆς Χίου . καὶ χειμασθεισῶν τῶν νεῶν ὕστερον ἀφικνοῦνται ἄλλαι ἄλλοθεν ἐς τὴν Χίον . καὶ
μετὰ τοῦτο Πεδάριτος , τότε παριὼν πεζῇ ἐκ τῆς Μιλήτου , γενόμενος ἐν Ἐρυθραῖς διαπεραιοῦται αὐτός τε καὶ ἡ στρατιὰ ἐς Χίον · ὑπῆρχον δὲ αὐτῷ καὶ ἐκ τῶν πέντε νεῶν στρατιῶται ὑπὸ Χαλκιδέως ἐς πεντακοσίους ξὺν ὅπλοις καταλειφθέντες . ἐπαγγελλομένων
δέ τινων Λεσβίων τὴν ἀπόστασιν , προσφέρει τῷ τε Πεδαρίτῳ καὶ τοῖς Χίοις ὁ Ἀστύοχος τὸν λόγον ὡς χρὴ παραγενομένους ταῖς ναυσὶν ἀποστῆσαι τὴν λέσβον · ἢ γὰρ ξυμμάχους πλείους σφᾶς ἕξειν , ἢ τοὺς Ἀθηναίους , ἤν τι σφάλλωνται , κακώσειν . οἱ δ᾽ οὐκ ἐσήκουον , οὐδὲ τὰς ναῦς ὁ Πεδάριτος ἔφη τῶν Χίων αὐτῷ προήσειν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.