ἐν τούτῳ δ’ ἀφικνεῖται αὐτοῖς ἀγγελία παρὰ τῶν ἐπιτηδείων ἐκ Τεγέας ὅτι , εἰ μὴ παρέσονται ἐν τάχει , ἀποστήσεται αὐτῶν Τεγέα πρὸς Ἀργείους καὶ τοὺς ξυμμάχους καὶ ὅσον οὐκ ἀφέστηκεν .
ἐνταῦθα δὴ βοήθεια τῶν Λακεδαιμονίων γίγνεται αὐτῶν τε καὶ τῶν Εἱλώτων πανδημεὶ ὀξεῖα καὶ οἵα οὔπω πρότερον .
ἐχώρουν δὲ ἐς Ὀρέσθειον τῆς Μαιναλίας · καὶ τοῖς μὲν Ἀρκάδων σφετέροις οὖσι ξυμμάχοις προεῖπον ἁθροισθεῖσιν ἰέναι κατὰ πόδας αὐτῶν ἐς Τεγέαν , αὐτοὶ δὲ μέχρι μὲν τοῦ Ὀρεσθείου πάντες ἐλθόντες , ἐκεῖθεν δὲ τὸ ἕκτον μέρος σφῶν αὐτῶν ἀποπέμψαντες ἐπ᾽ οἴκου , ἐν ᾧ τὸ πρεσβύτερόν τε καὶ τὸ νεώτερον ἦν , ὥστε τὰ οἴκοι φρουρεῖν , τῷ λοιπῷ στρατεύματι ἀφικνοῦνται ἐς Τεγέαν . καὶ οὐ πολλῷ ὕστερον οἱ ξύμμαχοι ἀπ’ Ἀρκάδων παρῆσαν .
πέμπουσι δὲ καὶ ἐς τὴν Κόρινθον καὶ Βοιωτοὺς καὶ Φωκέας καὶ Λοκρούς , βοηθεῖν κελεύοντες κατὰ τάχος ἐς Μαντίνειαν . ἀλλὰ τοῖς μὲν ἐξ ὀλίγου τε ἐγίγνετο , καὶ οὐ ῥᾴδιον ἦν μὴ ἁθρόοις καὶ ἀλλήλους περιμείνασι διελθεῖν τὴν πολεμίαν (ξυνέκλῃε γὰρ διὰ μέσου) , ὅμως δὲ ἠπείγοντο .
Λακεδαιμόνιοι δὲ ἀναλαβόντες τοὺς παρόντας Ἀρκάδων ξυμμάχους ἐσέβαλον ἐς τὴν Μαντινικήν , καὶ στρατοπεδευσάμενοι πρὸς τῷ Ἡρακλείῳ ἐδῄουν τὴν γῆν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.