ἐπειδὴ μέντοι προσβαλόντες τῇ Οἰνόῃ καὶ πᾶσαν ἰδέαν πειράσαντες οὐκ ἐδύναντο ἑλεῖν , οἵ τε Ἀθηναῖοι οὐδὲν ἐπεκηρυκεύοντο , οὕτω δὴ ὁρμήσαντες ἀπ’ αὐτῆς μετὰ τὰ ἐν Πλαταίᾳ [τῶν ἐσελθόντων Θηβαίων ] γενόμενα ἡμέρᾳ ὀγδοηκοστῇ μάλιστα , θέρους καὶ τοῦ σίτου ἀκμάζοντος , ἐσέβαλον ἐς τὴν Ἀττικήν · ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ Ζευξιδάμου , Λακεδαιμονίων βασιλεύς . καὶ
καθεζόμενοι ἔτεμνον πρῶτον μὲν Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον καὶ τροπήν τινα τῶν Ἀθηναίων ἱππέων περὶ τοὺς Ῥείτους καλουμένους ἐποιήσαντο · ἔπειτα προυχώρουν ἐν δεξιᾷ ἔχοντες τὸ Αἰγάλεων ὄρος διὰ Κρωπιᾶς , ἕως ἀφίκοντο ἐς Ἀχαρνάς , χωρίον μέγιστον τῆς Ἀττικῆς τῶν δήμων καλουμένων , καὶ καθεζόμενοι ἐς αὐτὸ στρατόπεδόν τε ἐποιήσαντο χρόνον τε πολὺν ἐμμείναντες ἔτεμνον .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.