καὶ τῶνδε ὑμεῖς αἴτιοι , τό τε πρῶτον ἐάσαντες αὐτοὺς τὴν πόλιν μετὰ τὰ Μηδικὰ κρατῦναι καὶ ὕστερον τὰ μακρὰ στῆσαι τείχη , ἐς τόδε τε αἰεὶ ἀποστεροῦντες οὐ μόνον τοὺς ὑπ’ ἐκείνων δεδουλωμένους ἐλευθερίας , ἀλλὰ καὶ τοὺς ὑμετέρους ἤδη ξυμμάχους · οὐ γὰρ ὁ δουλωσάμενος , ἀλλ’ ὁ δυνάμενος μὲν παῦσαι περιορῶν δὲ ἀληθέστερον αὐτὸ δρᾷ , εἴπερ καὶ τὴν ἀξίωσιν τῆς ἀρετῆς ὡς ἐλευθερῶν τὴν Ἑλλάδα φέρεται .
μόλις δὲ νῦν γε ξυνήλθομεν καὶ οὐδὲ νῦν ἐπὶ φανεροῖς . χρῆν γὰρ οὐκ εἰ ἀδικούμεθα ἔτι σκοπεῖν , ἀλλὰ καθ’ ὅτι ἀμυνούμεθα · οἱ γὰρ δρῶντες βεβουλευμένοι πρὸς οὐ διεγνωκότας ἤδη καὶ οὐ μέλλοντες ἐπέρχονται .
καὶ ἐπιστάμεθα οἵᾳ ὁδῷ οἱ Ἀθηναῖοι καὶ ὅτι κατ’ ὀλίγον χωροῦσιν ἐπὶ τοὺς πέλας . καὶ λανθάνειν μὲν οἰόμενοι διὰ τὸ ἀναίσθητον ὑμῶν ἧσσον θαρσοῦσι , γνόντες δὲ εἰδότας περιορᾶν ἰσχυρῶς ἐγκείσονται .
ἡσυχάζετε γάρ , μόνοι Ἑλλήνων , ὦ Λακεδαιμόνιοι , οὐ τῇ δυνάμει τινά , ἀλλὰ τῇ μελλήσει ἀμυνόμενοι , καὶ μόνοι οὐκ ἀρχομένην τὴν αὔξησιν τῶν ἐχθρῶν διπλασιουμένην δὲ καταλύοντες .
καίτοι ἐλέγεσθε ἀσφαλεῖς εἶναι , ὧν ἄρα ὁ λόγος τοῦ ἔργου ἐκράτει . τόν τε γὰρ Μῆδον αὐτοὶ ἴσμεν ἐκ περάτων γῆς πρότερον ἐπὶ τὴν Πελοπόννησον ἐλθόντα ἢ τὰ παρ’ ὑμῶν ἀξίως προαπαντῆσαι , καὶ νῦν τοὺς Ἀθηναίους οὐχ ἑκάς , ὥσπερ ἐκεῖνον , ἀλλ’ ἐγγὺς ὄντας περιορᾶτε , καὶ ἀντὶ τοῦ ἐπελθεῖν αὐτοὶ ἀμύνεσθαι βούλεσθε μᾶλλον ἐπιόντας , καὶ ἐς τύχας πρὸς πολλῷ δυνατωτέρους ἀγωνιζόμενοι καταστῆναι , ἐπιστάμενοι καὶ τὸν βάρβαρον αὐτὸν περὶ αὑτῷ τὰ πλείω σφαλέντα , καὶ πρὸς αὐτοὺς τοὺς Ἀθηναίους πολλὰ ἡμᾶς ἤδη τοῖς ἁμαρτήμασιν αὐτῶν μᾶλλον ἢ τῇ ἀφ’ ὑμῶν τιμωρίᾳ περιγεγενημένους , ἐπεὶ αἵ γε ὑμέτεραι ἐλπίδες ἤδη τινάς που καὶ ἀπαρασκεύους διὰ τὸ πιστεῦσαι ἔφθειραν .
καὶ μηδεὶς ὑμῶν ἐπ’ ἔχθρᾳ τὸ πλέον ἢ αἰτίᾳ νομίσῃ τάδε λέγεσθαι · αἰτία μὲν γὰρ φίλων ἀνδρῶν ἐστὶν ἁμαρτανόντων , κατηγορία δὲ ἐχθρῶν ἀδικησάντων .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.