οἱ δὲ Πελοποννήσιοι περὶ τὸν αὐτὸν χρόνον τοῦτον οἱ ἐν ταῖς πέντε καὶ εἴκοσι ναυσίν , οἵπερ τῶν ὁλκάδων ἕνεκα τῆς ἐς Σικελίαν κομιδῆς ἀνθώρμουν πρὸς τὰς ἐν Ναυπάκτῳ ναῦς , παρασκευασάμενοι ὡς ἐπὶ ναυμαχίᾳ καὶ προσπληρώσαντες ἔτι ναῦς ὥστε ὀλίγῳ ἐλάσσους εἶναι αὐτοῖς τῶν Ἀττικῶν νεῶν , ὁρμίζονται κατὰ Ἐρινεὸν τῆς Ἀχαΐας ἐν τῇ Ῥυπικῇ .
καὶ αὐτοῖς τοῦ χωρίου μηνοειδοῦς ὄντος ἐφ’ ᾧ ὥρμουν , ὁ μὲν πεζὸς ἑκατέρωθεν προσβεβοηθηκὼς τῶν τε Κορινθίων καὶ τῶν αὐτόθεν ξυμμάχων ἐπὶ ταῖς προανεχούσαις ἄκραις παρετέτακτο , αἱ δὲ νῆες τὸ μεταξὺ εἶχον ἐμφάρξασαι · ἦρχε δὲ τοῦ ναυτικοῦ Πολυάνθης Κορίνθιος .
οἱ δ’ Ἀθηναῖοι ἐκ τῆς Ναυπάκτου τριάκοντα ναυσὶ καὶ τρισίν (ἦρχε δὲ αὐτῶν Δίφιλος ) ἐπέπλευσαν αὐτοῖς .
καὶ οἱ Κορίνθιοι τὸ μὲν πρῶτον ἡσύχαζον , ἔπειτα ἀρθέντος αὐτοῖς τοῦ σημείου , ἐπεὶ καιρὸς ἐδόκει εἶναι , ὥρμησαν ἐπὶ τοὺς Ἀθηναίους καὶ ἐναυμάχουν . καὶ χρόνον ἀντεῖχον πολὺν ἀλλήλοις .
καὶ τῶν μὲν Κορινθίων τρεῖς νῆες διαφθείρονται , τῶν δ’ Ἀθηναίων κατέδυ μὲν οὐδεμία ἁπλῶς , ἑπτὰ δέ τινες ἄπλοι ἐγένοντο ἀντίπρῳροι ἐμβαλλόμεναι καὶ ἀναρραγεῖσαι τὰς παρεξειρεσίας ὑπὸ τῶν Κορινθίων νεῶν ἐπ’ αὐτὸ τοῦτο παχυτέρας τὰς ἐπωτίδας ἐχουσῶν .
ναυμαχήσαντες δὲ ἀντίπαλα μὲν καὶ ὡς αὐτοὺς ἑκατέρους ἀξιοῦν νικᾶν , ὅμως δὲ τῶν ναυαγίων κρατησάντων τῶν Ἀθηναίων διά τε τὴν τοῦ ἀνέμου ἄπωσιν αὐτῶν ἐς τὸ πέλαγος καὶ διὰ τὴν τῶν Κορινθίων οὐκέτι ἐπαναγωγήν , διεκρίθησαν ἀπ’ ἀλλήλων , καὶ δίωξις οὐδεμία ἐγένετο , οὐδ’ ἄνδρες οὐδετέρων ἑάλωσαν · οἱ μὲν γὰρ Κορίνθιοι καὶ Πελοποννήσιοι πρὸς τῇ γῇ ναυμαχοῦντες ῥᾳδίως διεσῴζοντο , τῶν δὲ Ἀθηναίων οὐδεμία κατέδυ ναῦς .
ἀποπλευσάντων δὲ τῶν Ἀθηναίων ἐς τὴν Ναύπακτον οἱ Κορίνθιοι εὐθὺς τροπαῖον ἔστησαν ὡς νικῶντες , ὅτι πλείους τῶν ἐναντίων ναῦς ἄπλους ἐποίησαν καὶ νομίσαντες αὐτοὶ οὐχ ἡσσᾶσθαι δι’ ὅπερ οὐδ’ οἱ ἕτεροι νικᾶν · οἵ τε γὰρ Κορίνθιοι ἡγήσαντο κρατεῖν εἰ μὴ καὶ πολὺ ἐκρατοῦντο , οἵ τ’ Ἀθηναῖοι ἐνόμιζον ἡσσᾶσθαι ὅτι οὐ πολὺ ἐνίκων .
ἀποπλευσάντων δὲ τῶν Πελοποννησίων καὶ τοῦ πεζοῦ διαλυθέντος οἱ Ἀθηναῖοι ἔστησαν τροπαῖον καὶ αὐτοὶ ἐν τῇ Ἀχαΐᾳ ὡς νικήσαντες , ἀπέχον τοῦ Ἐρινεοῦ , ἐν ᾧ οἱ Κορίνθιοι ὥρμουν , ὡς εἴκοσι σταδίους . καὶ ἡ μὲν ναυμαχία οὕτως ἐτελεύτα .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.