ἐν τούτῳ δ’ οἱ Μαντινῆς καὶ οἷς ἔσπειστο πρόφασιν ἐπὶ λαχανισμὸν καὶ φρυγάνων ξυλλογὴν ἐξελθόντες ὑπαπῇσαν κατ’ ὀλίγους , ἅμα ξυλλέγοντες ἐφ’ ἃ ἐξῆλθον δῆθεν · προκεχωρηκότες δὲ ἤδη ἄπωθεν τῆς Ὄλπης θᾶσσον ἀπεχώρουν . οἱ
δ’ Ἀμπρακιῶται καὶ οἱ ἄλλοι , ὅσοι † μὲν ἐτύγχανον οὕτως † ἁθρόοι ξυνεξελθόντες , ὡς ἔγνωσαν ἀπιόντας , ὥρμησαν καὶ αὐτοὶ καὶ ἔθεον δρόμῳ , ἐπικαταλαβεῖν βουλόμενοι . οἱ
δὲ Ἀκαρνᾶνες τὸ μὲν πρῶτον καὶ πάντας ἐνόμισαν ἀπιέναι ἀσπόνδους ὁμοίως καὶ τοὺς Πελοποννησίους ἐπεδίωκον , καί τινας αὐτῶν τῶν στρατηγῶν κωλύοντας καὶ φάσκοντας ἐσπεῖσθαι αὐτοῖς ἠκόντισέ τις , νομίσας καταπροδίδοσθαι σφᾶς · ἔπειτα μέντοι τοὺς μὲν Μαντινέας καὶ τοὺς Πελοποννησίους ἀφίεσαν , τοὺς δ’ Ἀμπρακιώτας ἔκτεινον . καὶ
ἦν πολλὴ ἔρις καὶ ἄγνοια εἴτε Ἀμπρακιώτης τίς ἐστιν εἴτε Πελοποννήσιος . καὶ ἐς διακοσίους μέν τινας αὐτῶν ἀπέκτειναν · οἱ δ’ ἄλλοι διέφυγον ἐς τὴν Ἀγραΐδα ὅμορον οὖσαν , καὶ Σαλύνθιος αὐτοὺς ὁ βασιλεὺς τῶν Ἀγραίων φίλος ὢν ὑπεδέξατο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.