οἱ δ’ ἐκ τῶν Συρακουσῶν τότε μετὰ τὴν τοῦ Πλημμυρίου ἅλωσιν πρέσβεις οἰχόμενοι ἐς τὰς πόλεις ἐπειδὴ ἔπεισάν τε καὶ ξυναγείραντες ἔμελλον ἄξειν τὸν στρατόν , ὁ Νικίας προπυθόμενος πέμπει ἐς τῶν Σικελῶν τοὺς τὴν δίοδον ἔχοντας καὶ σφίσι ξυμμάχους , Κεντόριπάς τε καὶ Ἀλικυαίους καὶ ἄλλους , ὅπως μὴ διαφρήσωσι τοὺς πολεμίους , ἀλλὰ ξυστραφέντες κωλύσωσι διελθεῖν · ἄλλῃ γὰρ αὐτοὺς οὐδὲ πειράσειν · Ἀκραγαντῖνοι γὰρ οὐκ ἐδίδοσαν διὰ τῆς ἑαυτῶν ὁδόν .
πορευομένων δ’ ἤδη τῶν Σικελιωτῶν οἱ Σικελοί , καθάπερ ἐδέοντο οἱ Ἀθηναῖοι , ἐνέδραν τινὰ τριχῇ ποιησάμενοι , ἀφυλάκτοις τε καὶ ἐξαίφνης ἐπιγενόμενοι διέφθειραν ἐς ὀκτακοσίους μάλιστα καὶ τοὺς πρέσβεις πλὴν ἑνὸς τοῦ Κορινθίου πάντας · οὗτος δὲ τοὺς διαφυγόντας ἐς πεντακοσίους καὶ χιλίους ἐκόμισεν ἐς τὰς Συρακούσας .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.