‘Θηβαῖοι δὲ πολλὰ μὲν καὶ ἄλλα ἡμᾶς ἠδίκησαν , τὸ δὲ τελευταῖον αὐτοὶ ξύνιστε , δι’ ὅπερ καὶ τάδε πάσχομεν .
πόλιν γὰρ αὐτοὺς τὴν ἡμετέραν καταλαμβάνοντας ἐν σπονδαῖς καὶ προσέτι ἱερομηνίᾳ ὀρθῶς τε ἐτιμωρησάμεθα κατὰ τὸν πᾶσι νόμον καθεστῶτα , τὸν ἐπιόντα πολέμιον ὅσιον εἶναι ἀμύνεσθαι , καὶ νῦν οὐκ ἂν εἰκότως δι’ αὐτοὺς βλαπτοίμεθα .
εἰ γὰρ τῷ αὐτίκα χρησίμῳ ὑμῶν τε καὶ ἐκείνων πολεμίῳ τὸ δίκαιον λήψεσθε , τοῦ μὲν ὀρθοῦ φανεῖσθε οὐκ ἀληθεῖς κριταὶ ὄντες , τὸ δὲ ξυμφέρον μᾶλλον θεραπεύοντες .
καίτοι εἰ νῦν ὑμῖν ὠφέλιμοι δοκοῦσιν εἶναι , πολὺ καὶ ἡμεῖς καὶ οἱ ἄλλοι Ἕλληνες μᾶλλον τότε ὅτε ἐν μείζονι κινδύνῳ ἦτε . νῦν μὲν γὰρ ἑτέροις ὑμεῖς ἐπέρχεσθε δεινοί , ἐν ἐκείνῳ δὲ τῷ καιρῷ , ὅτε πᾶσι δουλείαν ἐπέφερεν ὁ βάρβαρος , οἵδε μετ’ αὐτοῦ ἦσαν .
καὶ δίκαιον ἡμῶν τῆς νῦν ἁμαρτίας , εἰ ἄρα ἡμάρτηταί τι , ἀντιθεῖναι τὴν τότε προθυμίαν · καὶ μείζω τε πρὸς ἐλάσσω εὑρήσετε καὶ ἐν καιροῖς οἷς σπάνιον ἦν τῶν Ἑλλήνων τινὰ ἀρετὴν τῇ Ξέρξου δυνάμει ἀντιτάξασθαι , ἐπῃνοῦντό τε μᾶλλον οἱ μὴ τὰ ξύμφορα πρὸς τὴν ἔφοδον αὑτοῖς ἀσφαλείᾳ πράσσοντες , ἐθέλοντες δὲ τολμᾶν μετὰ κινδύνων τὰ βέλτιστα .
ὧν ἡμεῖς γενόμενοι καὶ τιμηθέντες ἐς τὰ πρῶτα νῦν ἐπὶ τοῖς αὐτοῖς δέδιμεν μὴ διαφθαρῶμεν , Ἀθηναίους ἑλόμενοι δικαίως μᾶλλον ἢ ὑμᾶς κερδαλέως .
καίτοι χρὴ ταὐτὰ περὶ τῶν αὐτῶν ὁμοίως φαίνεσθαι γιγνώσκοντας , καὶ τὸ ξυμφέρον μὴ ἄλλο τι νομίσαι ἢ τῶν ξυμμάχων τοῖς ἀγαθοῖς ὅταν αἰεὶ βέβαιον τὴν χάριν τῆς ἀρετῆς ἔχωσι καὶ τὸ παραυτίκα που ὑμῖν ὠφέλιμον καθιστῆται .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.