‘χρῆν μέν , ὦ ἄνδρες Βοιωτοί , μηδ’ ἐς ἐπίνοιάν τινα ἡμῶν ἐλθεῖν τῶν ἀρχόντων ὡς οὐκ εἰκὸς Ἀθηναίοις , ἢν ἄρα μὴ ἐν τῇ Βοιωτίᾳ ἔτι καταλάβωμεν αὐτούς , διὰ μάχης ἐλθεῖν . τὴν γὰρ Βοιωτίαν ἐκ τῆς ὁμόρου ἐλθόντες τεῖχος ἐνοικοδομησάμενοι μέλλουσι φθείρειν , καὶ εἰσὶ δήπου πολέμιοι ἐν ᾧ τε ἂν χωρίῳ καταληφθῶσι καὶ ὅθεν ἐπελθόντες πολέμια ἔδρασαν .
νυνὶ δ’ εἴ τῳ καὶ ἀσφαλέστερον ἔδοξεν εἶναι , μεταγνώτω . οὐ γὰρ τὸ προμηθές , οἷς ἂν ἄλλος ἐπίῃ , περὶ τῆς σφετέρας ὁμοίως ἐνδέχεται λογισμὸν καὶ ὅστις τὰ μὲν ἑαυτοῦ ἔχει , τοῦ πλέονος δὲ ὀρεγόμενος ἑκών τινι ἐπέρχεται .
πάτριόν τε ὑμῖν στρατὸν ἀλλόφυλον ἐπελθόντα καὶ ἐν τῇ οἰκείᾳ καὶ ἐν τῇ τῶν πέλας ὁμοίως ἀμύνεσθαι . Ἀθηναίους δὲ καὶ προσέτι ὁμόρους ὄντας πολλῷ μάλιστα δεῖ .
πρός τε γὰρ τοὺς ἀστυγείτονας πᾶσι τὸ ἀντίπαλον καὶ ἐλεύθερον καθίσταται , καὶ πρὸς τούτους γε δή , οἳ καὶ μὴ τοὺς ἐγγύς , ἀλλὰ καὶ τοὺς ἄπωθεν πειρῶνται δουλοῦσθαι , πῶς οὐ χρὴ καὶ ἐπὶ τὸ ἔσχατον ἀγῶνος ἐλθεῖν (παράδειγμα δὲ ἔχομεν τούς τε ἀντιπέρας Εὐβοέας καὶ τῆς ἄλλης Ἑλλάδος τὸ πολὺ ὡς αὐτοῖς διάκειται) , καὶ γνῶναι ὅτι τοῖς μὲν ἄλλοις οἱ πλησιόχωροι περὶ γῆς ὅρων τὰς μάχας ποιοῦνται , ἡμῖν δὲ ἐς πᾶσαν , ἢν νικηθῶμεν , εἷς ὅρος οὐκ ἀντίλεκτος παγήσεται ;
ἐσελθόντες γὰρ βίᾳ τὰ ἡμέτερα ἕξουσιν . τοσούτῳ ἐπικινδυνοτέραν ἑτέρων τὴν παροίκησιν τῶνδε ἔχομεν . εἰώθασί τε οἱ ἰσχύος που θράσει τοῖς πέλας , ὥσπερ Ἀθηναῖοι νῦν , ἐπιόντες τὸν μὲν ἡσυχάζοντα καὶ ἐν τῇ ἑαυτοῦ μόνον ἀμυνόμενον ἀδεέστερον ἐπιστρατεύειν , τὸν δὲ ἔξω ὅρων προαπαντῶντα καί , ἢν καιρὸς ᾖ , πολέμου ἄρχοντα ἧσσον ἑτοίμως κατέχειν .
πεῖραν δὲ ἔχομεν ἡμεῖς αὐτοῦ ἐς τούσδε · νικήσαντες γὰρ ἐν Κορωνείᾳ αὐτούς , ὅτε τὴν γῆν ἡμῶν στασιαζόντων κατέσχον , πολλὴν ἄδειαν τῇ Βοιωτίᾳ μέχρι τοῦδε κατεστήσαμεν .
ὧν χρὴ μνησθέντας ἡμᾶς τούς τε πρεσβυτέρους ὁμοιωθῆναι τοῖς πρὶν ἔργοις , τούς τε νεωτέρους πατέρων τῶν τότε ἀγαθῶν γενομένων παῖδας πειρᾶσθαι μὴ αἰσχῦναι τὰς προσηκούσας ἀρετάς , πιστεύσαντας δὲ τῷ θεῷ πρὸς ἡμῶν ἔσεσθαι , οὗ τὸ ἱερὸν ἀνόμως τειχίσαντες νέμονται , καὶ τοῖς ἱεροῖς ἃ ἡμῖν θυσαμένοις καλὰ φαίνεται , ὁμόσε χωρῆσαι τοῖσδε καὶ δεῖξαι ὅτι ὧν μὲν ἐφίενται πρὸς τοὺς μὴ ἀμυνομένους ἐπιόντες κτάσθων , οἷς δὲ γενναῖον τήν τε αὑτῶν αἰεὶ ἐλευθεροῦν μάχῃ καὶ τὴν ἄλλων μὴ δουλοῦσθαι ἀδίκως , ἀνανταγώνιστοι ἀπ’ αὐτῶν οὐκ ἀπίασιν . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.