καὶ οἱ ἐκ τῆς Δήλου ἀπὸ τῶν τετρακοσίων [πρεσβευταί] , οὓς τότε ἔπεμψαν παραμυθησομένους καὶ ἀναδιδάξοντας τοὺς ἐν τῇ Σάμῳ , ἀφικνοῦνται παρόντος τοῦ Ἀλκιβιάδου , καὶ ἐκκλησίας γενομένης λέγειν ἐπεχείρουν .
οἱ δὲ στρατιῶται τὸ μὲν πρῶτον οὐκ ἤθελον ἀκούειν , ἀλλ’ ἀποκτείνειν ἐβόων τοὺς τὸν δῆμον καταλύοντας , ἔπειτα μέντοι μόλις ἡσυχάσαντες ἤκουσαν .
οἱ δ’ ἀπήγγελλον ὡς οὔτε ἐπὶ διαφθορᾷ τῆς πόλεως ἡ μετάστασις γίγνοιτο , ἀλλ’ ἐπὶ σωτηρίᾳ , οὔθ’ ἵνα τοῖς πολεμίοις παραδοθῇ (ἐξεῖναι γάρ , ὅτε ἐσέβαλον ἤδη σφῶν ἀρχόντων , τοῦτο ποιῆσαι) , τῶν τε πεντακισχιλίων ὅτι πάντες ἐν τῷ μέρει μεθέξουσιν , οἵ τε οἰκεῖοι αὐτῶν οὔθ’ ὑβρίζονται , ὥσπερ Χαιρέας διαβάλλων ἀπήγγειλεν , οὔτε κακὸν ἔχουσιν οὐδέν , ἀλλ’ ἐπὶ τοῖς σφετέροις αὐτῶν ἕκαστοι κατὰ χώραν μένουσιν .
ἄλλα τε πολλὰ εἰπόντων οὐδὲν μᾶλλον ἐσήκουον , ἀλλ’ ἐχαλέπαινον καὶ γνώμας ἄλλοι ἄλλας ἔλεγον , μάλιστα δὲ ἐπὶ τὸν Πειραιᾶ πλεῖν . καὶ δοκεῖ Ἀλκιβιάδης πρῶτον τότε καὶ οὐδενὸς ἔλασσον τὴν πόλιν ὠφελῆσαι · ὡρμημένων γὰρ τῶν ἐν Σάμῳ Ἀθηναίων πλεῖν ἐπὶ σφᾶς αὐτούς , ἐν ᾧ σαφέστατα Ἰωνίαν καὶ Ἑλλήσποντον εὐθὺς εἶχον οἱ πολέμιοι , κωλυτὴς γενέσθαι .
καὶ ἐν τῷ τότε ἄλλος μὲν οὐδ’ ἂν εἷς ἱκανὸς ἐγένετο κατασχεῖν τὸν ὄχλον , ἐκεῖνος δὲ τοῦ τ’ ἐπίπλου ἔπαυσε καὶ τοὺς ἰδίᾳ τοῖς πρέσβεσιν ὀργιζομένους λοιδορῶν ἀπέτρεπεν .
αὐτὸς δὲ ἀποκρινάμενος αὐτοῖς ἀπέπεμπεν , ὅτι τοὺς μὲν πεντακισχιλίους οὐ κωλύοι ἄρχειν , τοὺς μέντοι τετρακοσίους ἀπαλλάσσειν ἐκέλευεν αὐτοὺς καὶ καθιστάναι τὴν βουλὴν ὥσπερ καὶ πρότερον , τοὺς πεντακοσίους · εἰ δὲ ἐς εὐτέλειάν τι ξυντέτμηται ὥστε τοὺς στρατευομένους μᾶλλον ἔχειν τροφήν , πάνυ ἐπαινεῖν .
καὶ τἆλλα ἐκέλευεν ἀντέχειν καὶ μηδὲν ἐνδιδόναι τοῖς πολεμίοις · πρὸς μὲν γὰρ σφᾶς αὐτοὺς σῳζομένης τῆς πόλεως πολλὴν ἐλπίδα εἶναι καὶ ξυμβῆναι , εἰ δὲ ἅπαξ τὸ ἕτερον σφαλήσεται , ἢ τὸ ἐν Σάμῳ ἢ ἐκεῖνοι , οὐδ’ ὅτῳ διαλλαγήσεταί τις ἔτι ἔσεσθαι .
παρῆσαν δὲ καὶ Ἀργείων πρέσβεις , ἐπαγγελλόμενοι τῷ ἐν τῇ Σάμῳ τῶν Ἀθηναίων δήμῳ ὥστε βοηθεῖν · ὁ δὲ Ἀλκιβιάδης ἐπαινέσας αὐτοὺς καὶ εἰπὼν ὅταν τις καλῇ παρεῖναι οὕτως ἀπέπεμπεν .
ἀφίκοντο δὲ οἱ Ἀργεῖοι μετὰ τῶν Παράλων , οἳ τότε ἐτάχθησαν ἐν τῇ στρατιώτιδι νηὶ ὑπὸ τῶν τετρακοσίων περιπλεῖν Εὔβοιαν , καὶ ἄγοντες Ἀθηναίων ἐς Λακεδαίμονα ἀπὸ τῶν τετρακοσίων [πεμπτοὺς ] πρέσβεις , Λαισποδίαν καὶ Ἀριστοφῶντα καὶ Μελησίαν , [οἳ] ἐπειδὴ ἐγένοντο πλέοντες κατ’ Ἄργος , τοὺς μὲν πρέσβεις ξυλλαβόντες τοῖς Ἀργείοις παρέδοσαν ὡς τῶν οὐχ ἥκιστα καταλυσάντων τὸν δῆμον ὄντας , αὐτοὶ δὲ οὐκέτι ἐς τὰς Ἀθήνας ἀφίκοντο , ἀλλ’ ἄγοντες ἐκ τοῦ Ἄργους ἐς τὴν Σάμον τοὺς πρέσβεις ἀφικνοῦνται ᾗπερ εἶχον τριήρει .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.