καὶ μάλιστα οἱ Συρακόσιοι ἐνῆγον . αἰσθόμενοι δὲ οἱ ξύμμαχοι καὶ ὁ Ἀστύοχος τὸν θροῦν , καὶ δόξαν αὐτοῖς ἀπὸ ξυνόδου ὥστε διαναυμαχεῖν , ἐπειδὴ καὶ ἐσηγγέλλετο αὐτοῖς ἡ ἐν τῇ Σάμῳ ταραχή , ἄραντες ταῖς ναυσὶ πάσαις οὔσαις δώδεκα καὶ ἑκατὸν καὶ τοὺς Μιλησίους πεζῇ κελεύσαντες ἐπὶ τῆς Μυκάλης παριέναι ἔπλεον ὡς πρὸς τὴν Μυκάλην . οἱ
δὲ Ἀθηναῖοι ταῖς ἐκ Σάμου ναυσὶ δυοῖν καὶ ὀγδοήκοντα , αἳ ἔτυχον ἐν Γλαύκῃ τῆς Μυκάλης ὁρμοῦσαι (διέχει δὲ ὀλίγον ταύτῃ ἡ Σάμος τῆς ἠπείρου πρὸς τὴν Μυκάλην) , ὡς εἶδον τὰς τῶν Πελοποννησίων ναῦς προσπλεούσας , ὑπεχώρησαν ἐς τὴν Σάμον , οὐ νομίσαντες τῷ πλήθει διακινδυνεῦσαι περὶ τοῦ παντὸς ἱκανοὶ εἶναι . καὶ
ἅμα (προῄσθοντο γὰρ αὐτοὺς ἐκ τῆς Μιλήτου ναυμαχησείοντας ) προσεδέχοντο καὶ τὸν Στρομβιχίδην ἐκ τοῦ Ἑλλησπόντου σφίσι ταῖς ἐκ τῆς Χίου ναυσὶν ἐπ’ Ἀβύδου ἀφικομέναις προσβοηθήσειν · προυπέπεμπτο γὰρ αὐτῷ ἄγγελος . καὶ
οἱ μὲν οὕτως ἐπὶ τῆς Σάμου ἀνεχώρησαν , οἱ δὲ Πελοποννήσιοι καταπλεύσαντες ἐπὶ τῆς Μυκάλης ἐστρατοπεδεύσαντο , καὶ τῶν Μιλησίων καὶ τῶν πλησιοχώρων ὁ πεζός . καὶ
τῇ ὑστεραίᾳ μελλόντων αὐτῶν ἐπιπλεῖν τῇ Σάμῳ ἀγγέλλεται ὁ Στρομβιχίδης ταῖς ἀπὸ τοῦ Ἑλλησπόντου ναυσὶν ἀφιγμένος · καὶ εὐθὺς ἀπέπλεον πάλιν ἐπὶ τῆς Μιλήτου . οἱ
δὲ Ἀθηναῖοι προσγενομένων σφίσι τῶν νεῶν ἐπίπλουν αὐτοὶ ποιοῦνται τῇ Μιλήτῳ ναυσὶν ὀκτὼ καὶ ἑκατὸν βουλόμενοι διαναυμαχῆσαι · καὶ ὡς οὐδεὶς αὐτοῖς ἀντανήγετο , ἀπέπλευσαν πάλιν ἐς τὴν Σάμον .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.