οἱ δὲ Συρακόσιοι τῇ ὑστεραίᾳ καταλαβόντες αὐτὸν ἔλεγον ὅτι οἱ μετὰ Δημοσθένους παραδεδώκοιεν σφᾶς αὐτούς , κελεύοντες κἀκεῖνον τὸ αὐτὸ δρᾶν · ὁ δ’ ἀπιστῶν σπένδεται ἱππέα πέμψαι σκεψόμενον .
ὡς δ’ οἰχόμενος ἀπήγγειλε πάλιν παραδεδωκότας , ἐπικηρυκεύεται Γυλίππῳ καὶ Συρακοσίοις εἶναι ἑτοῖμος ὑπὲρ Ἀθηναίων ξυμβῆναι , ὅσα ἀνήλωσαν χρήματα Συρακόσιοι ἐς τὸν πόλεμον , ταῦτα ἀποδοῦναι , ὥστε τὴν μετ’ αὐτοῦ στρατιὰν ἀφεῖναι αὐτούς · μέχρι οὗ δ’ ἂν τὰ χρήματα ἀποδοθῇ , ἄνδρας δώσειν Ἀθηναίων ὁμήρους , ἕνα κατὰ τάλαντον .
οἱ δὲ Συρακόσιοι καὶ Γύλιππος οὐ προσεδέχοντο τοὺς λόγους , ἀλλὰ προσπεσόντες καὶ περιστάντες πανταχόθεν ἔβαλλον καὶ τούτους μέχρι ὀψέ .
εἶχον δὲ καὶ οὗτοι πονηρῶς σίτου τε καὶ τῶν ἐπιτηδείων ἀπορίᾳ . ὅμως δὲ τῆς νυκτὸς φυλάξαντες τὸ ἡσυχάζον ἔμελλον πορεύσεσθαι . καὶ ἀναλαμβάνουσί τε τὰ ὅπλα καὶ οἱ Συρακόσιοι αἰσθάνονται καὶ ἐπαιάνισαν .
γνόντες δὲ οἱ Ἀθηναῖοι ὅτι οὐ λανθάνουσι , κατέθεντο πάλιν πλὴν τριακοσίων μάλιστα ἀνδρῶν · οὗτοι δὲ διὰ τῶν φυλάκων βιασάμενοι ἐχώρουν τῆς νυκτὸς ᾗ ἐδύναντο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.