Ὀλύμπια δ’ ἐγένετο τοῦ θέρους τούτου , οἷς Ἀνδροσθένης Ἀρκὰς παγκράτιον τὸ πρῶτον ἐνίκα · καὶ Λακεδαιμόνιοι τοῦ ἱεροῦ ὑπὸ Ἠλείων εἴρχθησαν ὥστε μὴ θύειν μηδ’ ἀγωνίζεσθαι , οὐκ ἐκτίνοντες τὴν δίκην αὐτοῖς ἣν ἐν τῷ Ὀλυμπιακῷ νόμῳ Ἠλεῖοι κατεδικάσαντο αὐτῶν φάσκοντες 〈ἐς 〉 σφᾶς ἐπὶ Φύρκον τε τεῖχος ὅπλα ἐπενεγκεῖν καὶ ἐς Λέπρεον αὐτῶν ὁπλίτας ἐν ταῖς Ὀλυμπιακαῖς σπονδαῖς ἐσπέμψαι . ἡ δὲ καταδίκη δισχίλιαι μναῖ ἦσαν , κατὰ τὸν ὁπλίτην ἕκαστον δύο μναῖ , ὥσπερ ὁ νόμος ἔχει .
Λακεδαιμόνιοι δὲ πρέσβεις πέμψαντες ἀντέλεγον μὴ δικαίως σφῶν καταδεδικάσθαι , λέγοντες μὴ ἐπηγγέλθαι πω ἐς Λακεδαίμονα τὰς σπονδάς , ὅτ’ ἐσέπεμψαν τοὺς ὁπλίτας .
Ἠλεῖοι δὲ τὴν παρ’ αὐτοῖς ἐκεχειρίαν ἤδη ἔφασαν εἶναι (πρώτοις γὰρ σφίσιν αὐτοῖς ἐπαγγέλλουσιν) , καὶ ἡσυχαζόντων σφῶν καὶ οὐ προσδεχομένων ὡς ἐν σπονδαῖς , αὐτοὺς λαθεῖν ἀδικήσαντας .
οἱ δὲ Λακεδαιμόνιοι ὑπελάμβανον οὐ χρεὼν εἶναι αὐτοὺς ἐπαγγεῖλαι ἔτι ἐς Λακεδαίμονα , εἰ ἀδικεῖν γε ἤδη ἐνόμιζον αὐτούς , ἀλλ’ οὐχ ὡς νομίζοντας τοῦτο δρᾶσαι , καὶ ὅπλα οὐδαμόσε ἔτι αὐτοῖς ἐπενεγκεῖν .
Ἠλεῖοι δὲ τοῦ αὐτοῦ λόγου εἴχοντο , ὡς μὲν οὐκ ἀδικοῦσι μὴ ἂν πεισθῆναι , εἰ δὲ βούλονται σφίσι Λέπρεον ἀποδοῦναι , τό τε αὑτῶν μέρος ἀφιέναι τοῦ ἀργυρίου , καὶ ὃ τῷ θεῷ γίγνεται αὐτοὶ ὑπὲρ ἐκείνων ἐκτίσειν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.