‘ὁρῶν ὑμᾶς , ὦ ἄνδρες στρατιῶται , πεφοβημένους τὸ πλῆθος τῶν ἐναντίων ξυνεκάλεσα , οὐκ ἀξιῶν τὰ μὴ δεινὰ ἐν ὀρρωδίᾳ ἔχειν .
οὗτοι γὰρ πρῶτον μὲν διὰ τὸ προνενικῆσθαι καὶ μηδ’ αὐτοὶ οἴεσθαι ὁμοῖοι ἡμῖν εἶναι τὸ πλῆθος τῶν νεῶν καὶ οὐκ ἀπὸ τοῦ ἴσου παρεσκευάσαντο · ἔπειτα ᾧ μάλιστα πιστεύοντες προσέρχονται , ὡς προσῆκον σφίσιν ἀνδρείοις εἶναι , οὐ δι’ ἄλλο τι θαρσοῦσιν ἢ διὰ τὴν ἐν τῷ πεζῷ ἐμπειρίαν τὰ πλείω κατορθοῦντες , καὶ οἴονται σφίσι καὶ ἐν τῷ ναυτικῷ ποιήσειν τὸ αὐτό .
τὸ δ’ ἐκ τοῦ δικαίου ἡμῖν μᾶλλον νῦν περιέσται , εἴπερ καὶ τούτοις ἐν ἐκείνῳ , ἐπεὶ εὐψυχίᾳ γε οὐδὲν προφέρουσι , τῷ δὲ ἑκάτεροί τι εἶναι ἐμπειρότεροι θρασύτεροί ἐσμεν .
Λακεδαιμόνιοί τε ἡγούμενοι αὐτῶν διὰ τὴν σφετέραν δόξαν ἄκοντας προσάγουσι τοὺς πολλοὺς ἐς τὸν κίνδυνον , ἐπεὶ οὐκ ἄν ποτε ἐνεχείρησαν ἡσσηθέντες παρὰ πολὺ αὖθις ναυμαχεῖν .
μὴ δὴ αὐτῶν τὴν τόλμαν δείσητε . πολὺ δὲ ὑμεῖς ἐκείνοις πλείω φόβον παρέχετε καὶ πιστότερον κατά τε τὸ προνενικηκέναι καὶ ὅτι οὐκ ἂν ἡγοῦνται μὴ μέλλοντάς τι ἄξιον τοῦ παρὰ πολὺ πράξειν ἀνθίστασθαι ὑμᾶς .
ἀντίπαλοι μὲν γὰρ οἱ πλείους , ὥσπερ οὗτοι , τῇ δυνάμει τὸ πλέον πίσυνοι ἢ τῇ γνώμῃ ἐπέρχονται · οἱ δὲ ἐκ πολλῷ ὑποδεεστέρων , καὶ ἅμα οὐκ ἀναγκαζόμενοι , μέγα τι τῆς διανοίας τὸ βέβαιον ἔχοντες ἀντιτολμῶσιν . ἃ λογιζόμενοι οὗτοι τῷ οὐκ εἰκότι πλέον πεφόβηνται ἡμᾶς ἢ τῇ κατὰ λόγον παρασκευῇ .
πολλὰ δὲ καὶ στρατόπεδα ἤδη ἔπεσεν ὑπ’ ἐλασσόνων τῇ ἀπειρίᾳ , ἔστι δὲ ἃ καὶ τῇ ἀτολμίᾳ · ὧν οὐδετέρου ἡμεῖς νῦν μετέχομεν .
τὸν δὲ ἀγῶνα οὐκ ἐν τῷ κόλπῳ ἑκὼν εἶναι ποιήσομαι οὐδ’ ἐσπλεύσομαι ἐς αὐτόν . ὁρῶ γὰρ ὅτι πρὸς πολλὰς ναῦς ἀνεπιστήμονας ὀλίγαις ναυσὶν ἐμπείροις καὶ ἄμεινον πλεούσαις ἡ στενοχωρία οὐ ξυμφέρει . οὔτε γὰρ ἂν ἐπιπλεύσειέ τις ὡς χρὴ ἐς ἐμβολήν , μὴ ἔχων τὴν πρόσοψιν τῶν πολεμίων ἐκ πολλοῦ , οὔτ’ ἂν ἀποχωρήσειεν ἐν δέοντι πιεζόμενος · διέκπλοι τε οὐκ εἰσὶν οὐδ’ ἀναστροφαί , ἅπερ νεῶν ἄμεινον πλεουσῶν ἔργα ἐστίν , ἀλλὰ ἀνάγκη ἂν εἴη τὴν ναυμαχίαν πεζομαχίαν καθίστασθαι , καὶ ἐν τούτῳ αἱ πλείους νῆες κρείσσους γίγνονται .
τούτων μὲν οὖν ἐγὼ ἕξω τὴν πρόνοιαν κατὰ τὸ δυνατόν · ὑμεῖς δὲ εὔτακτοι παρὰ ταῖς ναυσὶ μένοντες τά τε παραγγελλόμενα ὀξέως δέχεσθε , ἄλλως τε καὶ δι’ ὀλίγου τῆς ἐφορμήσεως οὔσης , καὶ ἐν τῷ ἔργῳ κόσμον καὶ σιγὴν περὶ πλείστου ἡγεῖσθε , ὃ ἔς τε τὰ πολλὰ τῶν πολεμίων ξυμφέρει καὶ ναυμαχίᾳ οὐχ ἥκιστα , ἀμύνεσθέ τε τούσδε ἀξίως τῶν προειργασμένων .
ὁ δὲ ἀγὼν μέγας ὑμῖν , ἢ καταλῦσαι Πελοποννησίων τὴν ἐλπίδα τοῦ ναυτικοῦ ἢ ἐγγυτέρω καταστῆσαι Ἀθηναίοις τὸν φόβον περὶ τῆς θαλάσσης .
ἀναμιμνῄσκω δ’ αὖ ὑμᾶς ὅτι νενικήκατε αὐτῶν τοὺς πολλούς · ἡσσημένων δὲ ἀνδρῶν οὐκ ἐθέλουσιν αἱ γνῶμαι πρὸς τοὺς αὐτοὺς κινδύνους ὁμοῖαι εἶναι . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.