ἤρξατο δὲ τὸ μὲν πρῶτον , ὡς λέγεται , ἐξ Αἰθιοπίας τῆς ὑπὲρ Αἰγύπτου , ἔπειτα δὲ καὶ ἐς Αἴγυπτον καὶ Λιβύην κατέβη καὶ ἐς τὴν βασιλέως γῆν τὴν πολλήν . ἐς
δὲ τὴν Ἀθηναίων πόλιν ἐξαπιναίως ἐσέπεσε , καὶ τὸ πρῶτον ἐν τῷ Πειραιεῖ ἥψατο τῶν ἀνθρώπων , ὥστε καὶ ἐλέχθη ὑπ’ αὐτῶν ὡς οἱ Πελοποννήσιοι φάρμακα ἐσβεβλήκοιεν ἐς τὰ φρέατα · κρῆναι γὰρ οὔπω ἦσαν αὐτόθι . ὕστερον δὲ καὶ ἐς τὴν ἄνω πόλιν ἀφίκετο , καὶ ἔθνῃσκον πολλῷ μᾶλλον ἤδη . λεγέτω
μὲν οὖν περὶ αὐτοῦ ὡς ἕκαστος γιγνώσκει καὶ ἰατρὸς καὶ ἰδιώτης , ἀφ’ ὅτου εἰκὸς ἦν γενέσθαι αὐτό , καὶ τὰς αἰτίας ἅστινας νομίζει τοσαύτης μεταβολῆς ἱκανὰς εἶναι δύναμιν ἐς τὸ μεταστῆσαι σχεῖν · ἐγὼ δὲ οἷόν τε ἐγίγνετο λέξω , καὶ ἀφ’ ὧν ἄν τις σκοπῶν , εἴ ποτε καὶ αὖθις ἐπιπέσοι , μάλιστ’ ἂν ἔχοι τι προειδὼς μὴ ἀγνοεῖν , ταῦτα δηλώσω αὐτός τε νοσήσας καὶ αὐτὸς ἰδὼν ἄλλους πάσχοντας .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.