‘Πολλῇ μὲν παραινέσει , ὦ ἄνδρες , τί δεῖ χρῆσθαι , οἳ πάρεσμεν ἐπὶ τὸν αὐτὸν ἀγῶνα ; αὐτὴ γὰρ ἡ παρασκευὴ ἱκανωτέρα μοι δοκεῖ εἶναι θάρσος παρασχεῖν ἢ καλῶς λεχθέντες λόγοι μετὰ ἀσθενοῦς στρατοπέδου .
ὅπου γὰρ Ἀργεῖοι καὶ Μαντινῆς καὶ Ἀθηναῖοι καὶ νησιωτῶν οἱ πρῶτοί ἐσμεν , πῶς οὐ χρὴ μετὰ τοιῶνδε καὶ τοσῶνδε ξυμμάχων πάντα τινὰ μεγάλην τὴν ἐλπίδα τῆς νίκης ἔχειν , ἄλλως τε καὶ πρὸς ἄνδρας πανδημεί τε ἀμυνομένους καὶ οὐκ ἀπολέκτους ὥσπερ καὶ ἡμᾶς , καὶ προσέτι Σικελιώτας , οἳ ὑπερφρονοῦσι μὲν ἡμᾶς , ὑπομενοῦσι δ’ οὔ , διὰ τὸ τὴν ἐπιστήμην τῆς τόλμης ἥσσω ἔχειν .
παραστήτω δέ τινι καὶ τόδε , πολύ τε ἀπὸ τῆς ἡμετέρας αὐτῶν εἶναι καὶ πρὸς γῇ οὐδεμιᾷ φιλίᾳ , ἥντινα μὴ αὐτοὶ μαχόμενοι κτήσεσθε . καὶ τοὐναντίον ὑπομιμνῄσκω ὑμᾶς ἢ οἱ πολέμιοι σφίσιν αὐτοῖς εὖ οἶδ’ ὅτι παρακελεύονται · οἱ μὲν γὰρ ὅτι περὶ πατρίδος ἔσται ὁ ἀγών , ἐγὼ δὲ ὅτι οὐκ ἐν πατρίδι , ἐξ ἧς κρατεῖν δεῖ ἢ μὴ ῥᾳδίως ἀποχωρεῖν · οἱ γὰρ ἱππῆς πολλοὶ ἐπικείσονται .
τῆς τε οὖν ὑμετέρας αὐτῶν ἀξίας μνησθέντες ἐπέλθετε τοῖς ἐναντίοις προθύμως , καὶ τὴν παροῦσαν ἀνάγκην καὶ ἀπορίαν φοβερωτέραν ἡγησάμενοι τῶν πολεμίων . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.