‘ὥστε πανταχόθεν καλῶς ὑπάρχον ὑμῖν πολεμεῖν καὶ ἡμῶν κοινῇ τάδε παραινούντων , εἴπερ βεβαιότατον τὸ ταὐτὰ ξυμφέροντα καὶ πόλεσι καὶ ἰδιώταις εἶναι , μὴ μέλλετε Ποτειδεάταις τε ποιεῖσθαι τιμωρίαν οὖσι Δωριεῦσι καὶ ὑπὸ Ἰώνων πολιορκουμένοις , οὗ πρότερον ἦν τοὐναντίον , καὶ τῶν ἄλλων μετελθεῖν τὴν ἐλευθερίαν , ὡς οὐκέτι ἐνδέχεται περιμένοντας τοὺς μὲν ἤδη βλάπτεσθαι , τοὺς δ᾽ , εἰ γνωσθησόμεθα ξυνελθόντες μέν , ἀμύνεσθαι δὲ οὐ τολμῶντες , μὴ πολὺ ὕστερον τὸ αὐτὸ πάσχειν ·
ἀλλὰ νομίσαντες ἐς ἀνάγκην ἀφῖχθαι , ὦ ἄνδρες ξύμμαχοι , καὶ ἅμα τάδε ἄριστα λέγεσθαι , ψηφίσασθε τὸν πόλεμον μὴ φοβηθέντες τὸ αὐτίκα δεινόν , τῆς δ’ ἀπ’ αὐτοῦ διὰ πλείονος εἰρήνης ἐπιθυμήσαντες · ἐκ πολέμου μὲν γὰρ εἰρήνη μᾶλλον βεβαιοῦται , ἀφ’ ἡσυχίας δὲ μὴ πολεμῆσαι οὐχ ὁμοίως ἀκίνδυνον .
καὶ τὴν καθεστηκυῖαν ἐν τῇ Ἑλλάδι πόλιν τύραννον ἡγησάμενοι ἐπὶ πᾶσιν ὁμοίως καθεστάναι , ὥστε τῶν μὲν ἤδη ἄρχειν , τῶν δὲ διανοεῖσθαι , παραστησώμεθα ἐπελθόντες , καὶ αὐτοί τε ἀκινδύνως τὸ λοιπὸν οἰκῶμεν καὶ τοὺς νῦν δεδουλωμένους Ἕλληνας ἐλευθερώσωμεν . ’ τοιαῦτα μὲν οἱ Κορίνθιοι εἶπον .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.