οἱ δὲ Λακεδαιμόνιοι μετὰ τὰ ἐν Πλαταιαῖς εὐθὺς περιήγγελλον κατὰ τὴν Πελοπόννησον καὶ τὴν ἔξω ξυμμαχίδα στρατιὰν παρασκευάζεσθαι ταῖς πόλεσι τά τε ἐπιτήδεια οἷα εἰκὸς ἐπὶ ἔξοδον ἔκδημον ἔχειν , ὡς ἐσβαλοῦντες ἐς τὴν Ἀττικήν .
ἐπειδὴ δὲ ἑκάστοις ἑτοῖμα γίγνοιτο , κατὰ τὸν χρόνον τὸν εἰρημένον ξυνῇσαν τὰ δύο μέρη ἀπὸ πόλεως ἑκάστης ἐς τὸν Ἰσθμόν .
καὶ ἐπειδὴ πᾶν τὸ στράτευμα ξυνειλεγμένον ἦν , Ἀρχίδαμος ὁ βασιλεὺς τῶν Λακεδαιμονίων , ὅσπερ ἡγεῖτο τῆς ἐξόδου ταύτης , ξυγκαλέσας τοὺς στρατηγοὺς τῶν πόλεων πασῶν καὶ τοὺς μάλιστα ἐν τέλει καὶ ἀξιολογωτάτους παρῄνει τοιάδε .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.