οἱ δὲ Ἀργεῖοι γνόντες ἐβοήθουν ἡμέρας ἤδη ἐκ τῆς Νεμέας , καὶ περιτυχόντες τῷ Φλειασίων καὶ Κορινθίων στρατοπέδῳ τῶν μὲν Φλειασίων ὀλίγους ἀπέκτειναν , ὑπὸ δὲ τῶν Κορινθίων αὐτοὶ οὐ πολλῷ πλείους διεφθάρησαν . καὶ
οἱ Βοιωτοὶ καὶ οἱ Μεγαρῆς καὶ οἱ Σικυώνιοι ἐχώρουν , ὥσπερ εἴρητο αὐτοῖς , ἐπὶ τῆς Νεμέας , καὶ τοὺς Ἀργείους οὐκέτι κατέλαβον , ἀλλὰ καταβάντες , ὡς ἑώρων τὰ ἑαυτῶν δῃούμενα , ἐς μάχην παρετάσσοντο . ἀντιπαρεσκευάζοντο δὲ καὶ οἱ Λακεδαιμόνιοι . ἐν
μέσῳ δὲ ἀπειλημμένοι ἦσαν οἱ Ἀργεῖοι · ἐκ μὲν γὰρ τοῦ πεδίου οἱ Λακεδαιμόνιοι εἶργον τῆς πόλεως καὶ οἱ μετ’ αὐτῶν , καθύπερθεν δὲ Κορίνθιοι καὶ Φλειάσιοι καὶ Πελληνῆς , τὸ δὲ πρὸς Νεμέας Βοιωτοὶ καὶ Σικυώνιοι καὶ Μεγαρῆς . ἵπποι δὲ αὐτοῖς οὐ παρῆσαν · οὐ γάρ πω οἱ Ἀθηναῖοι μόνοι τῶν ξυμμάχων ἧκον . τὸ
μὲν οὖν πλῆθος τῶν Ἀργείων καὶ τῶν ξυμμάχων οὐχ οὕτω δεινὸν τὸ παρὸν ἐνόμιζον , ἀλλ’ ἐν καλῷ ἐδόκει ἡ μάχη ἔσεσθαι , καὶ τοὺς Λακεδαιμονίους ἀπειληφέναι ἐν τῇ αὐτῶν τε καὶ πρὸς τῇ πόλει . τῶν
δὲ Ἀργείων δύο ἄνδρες , Θράσυλός τε τῶν πέντε στρατηγῶν εἷς ὢν καὶ Ἀλκίφρων πρόξενος Λακεδαιμονίων , ἤδη τῶν στρατοπέδων ὅσον οὐ ξυνιόντων προσελθόντε Ἄγιδι διελεγέσθην μὴ ποιεῖν μάχην · ἑτοίμους γὰρ εἶναι Ἀργείους δίκας δοῦναι καὶ δέξασθαι ἴσας καὶ ὁμοίας , εἴ τι ἐπικαλοῦσιν Ἀργείοις Λακεδαιμόνιοι , καὶ τὸ λοιπὸν εἰρήνην ἄγειν σπονδὰς ποιησαμένους .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.