ἡ μὲν ξυμμαχία αὕτη ἐγένετο · μετὰ δὲ ταῦτα οἱ Χῖοι εὐθὺς δέκα ἑτέρας πληρώσαντες ναῦς ἔπλευσαν ἐς Ἄναια , βουλόμενοι περί τε τῶν ἐν Μιλήτῳ πυθέσθαι καὶ τὰς πόλεις ἅμα ἀφιστάναι .
καὶ ἐλθούσης παρὰ Χαλκιδέως ἀγγελίας αὐτοῖς ἀποπλεῖν πάλιν , καὶ ὅτι Ἀμόργης παρέσται κατὰ γῆν στρατιᾷ , ἔπλευσαν ἐς Διὸς ἱερόν · καὶ καθορῶσιν ἑκκαίδεκα ναῦς , ἃς ὕστερον ἔτι Θρασυκλέους Διομέδων ἔχων ἀπ’ Ἀθηνῶν προσέπλει .
καὶ ὡς εἶδον , ἔφευγον μιᾷ μὲν νηὶ ἐς Ἔφεσον , αἱ δὲ λοιπαὶ ἐπὶ τῆς Τέω . καὶ τέσσαρας μὲν κενὰς οἱ Ἀθηναῖοι λαμβάνουσι τῶν ἀνδρῶν ἐς τὴν γῆν φθασάντων · αἱ δ’ ἄλλαι ἐς τὴν Τηίων πόλιν καταφεύγουσιν .
καὶ οἱ μὲν Ἀθηναῖοι ἐπὶ τῆς Σάμου ἀπέπλευσαν , οἱ δὲ Χῖοι ταῖς λοιπαῖς ναυσὶν ἀναγαγόμενοι καὶ ὁ πεζὸς μετ’ αὐτῶν Λέβεδον ἀπέστησαν καὶ αὖθις Αἱράς . καὶ μετὰ τοῦτο ἕκαστοι ἐπ’ οἴκου ἀπεκομίσθησαν , καὶ ὁ πεζὸς καὶ αἱ νῆες .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.