ἐν δὲ τῷ αὐτῷ χειμῶνι Ἀθηναῖοι τῷ πατρίῳ νόμῳ χρώμενοι δημοσίᾳ ταφὰς ἐποιήσαντο τῶν ἐν τῷδε τῷ πολέμῳ πρώτων ἀποθανόντων τρόπῳ τοιῷδε .
τὰ μὲν ὀστᾶ προτίθενται τῶν ἀπογενομένων πρότριτα σκηνὴν ποιήσαντες , καὶ ἐπιφέρει τῷ αὑτοῦ ἕκαστος ἤν τι βούληται ·
ἐπειδὰν δὲ ἡ ἐκφορὰ ᾖ , λάρνακας κυπαρισσίνας ἄγουσιν ἅμαξαι , φυλῆς ἑκάστης μίαν · ἔνεστι δὲ τὰ ὀστᾶ ἧς ἕκαστος ἦν φυλῆς . μία δὲ κλίνη κενὴ φέρεται ἐστρωμένη τῶν ἀφανῶν , οἳ ἂν μὴ εὑρεθῶσιν ἐς ἀναίρεσιν .
ξυνεκφέρει δὲ ὁ βουλόμενος καὶ ἀστῶν καὶ ξένων , καὶ γυναῖκες πάρεισιν αἱ προσήκουσαι ἐπὶ τὸν τάφον ὀλοφυρόμεναι .
τιθέασιν οὖν ἐς τὸ δημόσιον σῆμα , ὅ ἐστιν ἐπὶ τοῦ καλλίστου προαστείου τῆς πόλεως , καὶ αἰεὶ ἐν αὐτῷ θάπτουσι τοὺς ἐκ τῶν πολέμων , πλήν γε τοὺς ἐν Μαραθῶνι · ἐκείνων δὲ διαπρεπῆ τὴν ἀρετὴν κρίναντες αὐτοῦ καὶ τὸν τάφον ἐποίησαν .
ἐπειδὰν δὲ κρύψωσι γῇ , ἀνὴρ ᾑρημένος ὑπὸ τῆς πόλεως , ὃς ἂν γνώμῃ τε δοκῇ μὴ ἀξύνετος εἶναι καὶ ἀξιώσει προήκῃ , λέγει ἐπ’ αὐτοῖς ἔπαινον τὸν πρέποντα · μετὰ δὲ τοῦτο ἀπέρχονται .
ὧδε μὲν θάπτουσιν · καὶ διὰ παντὸς τοῦ πολέμου , ὁπότε ξυμβαίη αὐτοῖς , ἐχρῶντο τῷ νόμῳ .
ἐπὶ δ’ οὖν τοῖς πρώτοις τοῖσδε Περικλῆς ὁ Ξανθίππου ᾑρέθη λέγειν . καὶ ἐπειδὴ καιρὸς ἐλάμβανε , προελθὼν ἀπὸ τοῦ σήματος ἐπὶ βῆμα ὑψηλὸν πεποιημένον , ὅπως ἀκούοιτο ὡς ἐπὶ πλεῖστον τοῦ ὁμίλου , ἔλεγε τοιάδε .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.