πρασσόντων δὲ ταῦτα ἀμφοτέρων καὶ ὄντων οὐδὲν ἄλλο ἢ ὥσπερ ἀρχομένων ἐν κατασκευῇ τοῦ πολέμου , πρῶτοι Εὐβοῆς ὡς Ἆγιν περὶ ἀποστάσεως τῶν Ἀθηναίων ἐπρεσβεύσαντο ἐν τῷ χειμῶνι τούτῳ . ὁ δὲ προσδεξάμενος τοὺς λόγους αὐτῶν μεταπέμπεται ἐκ Λακεδαίμονος Ἀλκαμένη τὸν Σθενελαΐδου καὶ Μέλανθον ἄρχοντας ὡς ἐς τὴν Εὔβοιαν · οἱ δ’ ἦλθον ἔχοντες τῶν νεοδαμωδῶν ὡς τριακοσίους , καὶ παρεσκεύαζεν αὐτοῖς τὴν διάβασιν .
ἐν τούτῳ δὲ καὶ Λέσβιοι ἦλθον βουλόμενοι καὶ αὐτοὶ ἀποστῆναι · καὶ ξυμπρασσόντων αὐτοῖς τῶν Βοιωτῶν ἀναπείθεται Ἆγις ὥστε Εὐβοίας μὲν πέρι ἐπισχεῖν , τοῖς δὲ Λεσβίοις παρεσκεύαζε τὴν ἀπόστασιν , Ἀλκαμένη τε ἁρμοστὴν διδούς , ὃς ἐς Εὔβοιαν πλεῖν ἔμελλε , καὶ δέκα μὲν Βοιωτοὶ ναῦς ὑπέσχοντο , δέκα δὲ Ἆγις .
καὶ ταῦτα ἄνευ τῆς Λακεδαιμονίων πόλεως ἐπράσσετο · ὁ γὰρ Ἆγις , ὅσον χρόνον ἦν περὶ Δεκέλειαν ἔχων τὴν μεθ’ ἑαυτοῦ δύναμιν , κύριος ἦν καὶ ἀποστέλλειν εἴ ποί τινα ἐβούλετο στρατιὰν καὶ ξυναγείρειν καὶ χρήματα πράσσειν . καὶ πολὺ μᾶλλον ὡς εἰπεῖν κατὰ τοῦτον τὸν καιρὸν αὐτοῦ οἱ ξύμμαχοι ὑπήκουον [ἢ] τῶν ἐν τῇ πόλει Λακεδαιμονίων · δύναμιν γὰρ ἔχων αὐτὸς εὐθὺς ἑκασταχόσε δεινὸς παρῆν .
καὶ ὁ μὲν τοῖς Λεσβίοις ἔπρασσε , Χῖοι δὲ καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἑτοῖμοι ὄντες πρὸς μὲν Ἆγιν οὐκ ἐτράποντο , ἐς δὲ τὴν Λακεδαίμονα . καὶ παρὰ Τισσαφέρνους , ὃς βασιλεῖ Δαρείῳ τῷ Ἀρταξέρξου στρατηγὸς ἦν τῶν κάτω , πρεσβευτὴς ἅμα μετ’ αὐτῶν παρῆν .
ἐπήγετο γὰρ καὶ ὁ Τισσαφέρνης τοὺς Πελοποννησίους καὶ ὑπισχνεῖτο τροφὴν παρέξειν . ὑπὸ βασιλέως γὰρ νεωστὶ ἐτύγχανε πεπραγμένος τοὺς ἐκ τῆς ἑαυτοῦ ἀρχῆς φόρους , οὓς δι’ Ἀθηναίους ἀπὸ τῶν Ἑλληνίδων πόλεων οὐ δυνάμενος πράσσεσθαι ἐπωφείλησεν · τούς τε οὖν φόρους μᾶλλον ἐνόμιζε κομιεῖσθαι κακώσας τοὺς Ἀθηναίους , καὶ ἅμα βασιλεῖ ξυμμάχους Λακεδαιμονίους ποιήσειν , καὶ Ἀμόργην τὸν Πισσούθνου υἱὸν νόθον , ἀφεστῶτα περὶ Καρίαν , ὥσπερ αὐτῷ προσέταξε βασιλεύς , ἢ ζῶντα ἄξειν ἢ ἀποκτενεῖν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.