τοῦ δ’ αὐτοῦ ἦρος καὶ ἐπ’ Ἄργος στρατεύσαντες Λακεδαιμόνιοι μέχρι μὲν Κλεωνῶν ἦλθον , σεισμοῦ δὲ γενομένου ἀπεχώρησαν . καὶ Ἀργεῖοι μετὰ ταῦτα ἐσβαλόντες ἐς τὴν Θυρεᾶτιν ὅμορον οὖσαν λείαν τῶν Λακεδαιμονίων πολλὴν ἔλαβον , ἣ ἐπράθη ταλάντων οὐκ ἔλασσον πέντε καὶ εἴκοσι .
καὶ ὁ Θεσπιῶν δῆμος ἐν τῷ αὐτῷ θέρει οὐ πολὺ ὕστερον ἐπιθέμενος τοῖς τὰς ἀρχὰς ἔχουσιν οὐ κατέσχεν , ἀλλὰ βοηθησάντων Θηβαίων οἱ μὲν ξυνελήφθησαν , οἱ δ’ ἐξέπεσον Ἀθήναζε .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.