ὀλίγον τε ἐπενόουν οὐδὲν ἀμφότεροι , ἀλλ’ ἔρρωντο ἐς τὸν πόλεμον οὐκ ἀπεικότως · ἀρχόμενοι γὰρ πάντες ὀξύτερον ἀντιλαμβάνονται , τότε δὲ καὶ νεότης πολλὴ μὲν οὖσα ἐν τῇ Πελοποννήσῳ , πολλὴ δ’ ἐν ταῖς Ἀθήναις οὐκ ἀκουσίως ὑπὸ ἀπειρίας ἥπτετο τοῦ πολέμου , ἥ τε ἄλλη Ἑλλὰς ἅπασα μετέωρος ἦν ξυνιουσῶν τῶν πρώτων πόλεων . καὶ
πολλὰ μὲν λόγια ἐλέγετο , πολλὰ δὲ χρησμολόγοι ᾖδον ἔν τε τοῖς μέλλουσι πολεμήσειν καὶ ἐν ταῖς ἄλλαις πόλεσιν . ἔτι
δὲ Δῆλος ἐκινήθη ὀλίγον πρὸ τούτων , πρότερον οὔπω σεισθεῖσα ἀφ’ οὗ Ἕλληνες μέμνηνται · ἐλέγετο δὲ καὶ ἐδόκει ἐπὶ τοῖς μέλλουσι γενήσεσθαι σημῆναι . εἴ τέ τι ἄλλο τοιουτότροπον ξυνέβη γενέσθαι , πάντα ἀνεζητεῖτο . ἡ
δὲ εὔνοια παρὰ πολὺ ἐποίει τῶν ἀνθρώπων μᾶλλον ἐς τοὺς Λακεδαιμονίους , ἄλλως τε καὶ προειπόντων ὅτι τὴν Ἑλλάδα ἐλευθεροῦσιν . ἔρρωτό τε πᾶς καὶ ἰδιώτης καὶ πόλις εἴ τι δύναιτο καὶ λόγῳ καὶ ἔργῳ ξυνεπιλαμβάνειν αὐτοῖς · ἐν τούτῳ τε κεκωλῦσθαι ἐδόκει ἑκάστῳ τὰ πράγματα ᾧ μή τις αὐτὸς παρέσται . οὕτως
〈ἐν〉 ὀργῇ εἶχον οἱ πλείους τοὺς Ἀθηναίους , οἱ μὲν τῆς ἀρχῆς ἀπολυθῆναι βουλόμενοι , οἱ δὲ μὴ ἀρχθῶσι φοβούμενοι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.