οἱ δὲ πρὸς τὸ ἄγγελμα ἐπέσχον τὴν νύκτα , νομίσαντες οὐκ ἀπάτην εἶναι . καὶ ἐπειδὴ καὶ ὣς οὐκ εὐθὺς ὥρμησαν , ἔδοξεν αὐτοῖς καὶ τὴν ἐπιοῦσαν ἡμέραν περιμεῖναι , ὅπως ξυσκευάσαιντο ὡς ἐκ τῶν δυνατῶν οἱ στρατιῶται ὅτι χρησιμώτατα , καὶ τὰ μὲν ἄλλα πάντα καταλιπεῖν , ἀναλαβόντες δὲ αὐτὰ ὅσα περὶ τὸ σῶμα ἐς δίαιταν ὑπῆρχεν ἐπιτήδεια ἀφορμᾶσθαι . Συρακόσιοι
δὲ καὶ Γύλιππος τῷ μὲν πεζῷ προεξελθόντες τάς τε ὁδοὺς τὰς κατὰ τὴν χώραν , ᾗ εἰκὸς ἦν τοὺς Ἀθηναίους ἰέναι , ἀπεφάργνυσαν καὶ τῶν ῥείθρων καὶ [τῶν ] ποταμῶν τὰς διαβάσεις ἐφύλασσον καὶ ἐς ὑποδοχὴν τοῦ στρατεύματος ὡς κωλύσοντες ᾗ ἐδόκει ἐτάσσοντο · ταῖς δὲ ναυσὶ προσπλεύσαντες τὰς ναῦς τῶν Ἀθηναίων ἀπὸ τοῦ αἰγιαλοῦ ἀφεῖλκον ( ἐνέπρησαν δέ τινας ὀλίγας , ὥσπερ διενοήθησαν , αὐτοὶ οἱ Ἀθηναῖοι) , τὰς δ’ ἄλλας καθ᾽ ἡσυχίαν οὐδενὸς κωλύοντος ὡς ἑκάστην ποι ἐκπεπτωκυῖαν ἀναδησάμενοι ἐκόμιζον ἐς τὴν πόλιν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.