μετὰ δὲ τὴν ἐσβολὴν τῶν Πελοποννησίων εὐθὺς Λέσβος πλὴν Μηθύμνης ἀπέστη ἀπ’ Ἀθηναίων , βουληθέντες μὲν καὶ πρὸ τοῦ πολέμου , ἀλλ’ οἱ Λακεδαιμόνιοι οὐ προσεδέξαντο , ἀναγκασθέντες δὲ καὶ ταύτην τὴν ἀπόστασιν πρότερον ἢ διενοοῦντο ποιήσασθαι .
τῶν τε γὰρ λιμένων τὴν χῶσιν καὶ τειχῶν οἰκοδόμησιν καὶ νεῶν ποίησιν ἐπέμενον τελεσθῆναι , καὶ ὅσα ἐκ τοῦ Πόντου ἔδει ἀφικέσθαι , τοξότας τε καὶ σῖτον , καὶ ἃ μεταπεμπόμενοι ἦσαν .
Τενέδιοι γὰρ ὄντες αὐτοῖς διάφοροι καὶ Μηθυμναῖοι καὶ αὐτῶν Μυτιληναίων ἰδίᾳ ἄνδρες κατὰ στάσιν , πρόξενοι Ἀθηναίων , μηνυταὶ γίγνονται τοῖς Ἀθηναίοις ὅτι ξυνοικίζουσί τε τὴν Λέσβον ἐς τὴν Μυτιλήνην βίᾳ καὶ τὴν παρασκευὴν ἅπασαν μετὰ Λακεδαιμονίων καὶ Βοιωτῶν ξυγγενῶν ὄντων ἐπὶ ἀποστάσει ἐπείγονται · καὶ εἰ μή τις προκαταλήψεται ἤδη , στερήσεσθαι αὐτοὺς Λέσβου .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.