ὅτι δὲ πρεσβύτατος ὢν Ἱππίας ἦρξεν , εἰδὼς μὲν καὶ ἀκοῇ ἀκριβέστερον ἄλλων ἰσχυρίζομαι , γνοίη δ’ ἄν τις καὶ αὐτῷ τούτῳ · παῖδες γὰρ αὐτῷ μόνῳ φαίνονται τῶν γνησίων ἀδελφῶν γενόμενοι , ὡς ὅ τε βωμὸς σημαίνει καὶ ἡ στήλη περὶ τῆς τῶν τυράννων ἀδικίας ἡ ἐν τῇ Ἀθηναίων ἀκροπόλει σταθεῖσα , ἐν ᾗ Θεσσαλοῦ μὲν οὐδ’ Ἱππάρχου οὐδεὶς παῖς γέγραπται , Ἱππίου δὲ πέντε , οἳ αὐτῷ ἐκ Μυρρίνης τῆς Καλλίου τοῦ Ὑπεροχίδου θυγατρὸς ἐγένοντο · εἰκὸς γὰρ ἦν τὸν πρεσβύτατον πρῶτον γῆμαι .
καὶ ἐν τῇ αὐτῇ στήλῃ πρῶτος γέγραπται μετὰ τὸν πατέρα , οὐδὲ τοῦτο ἀπεοικότως διὰ τὸ πρεσβεύειν τε ἀπ’ αὐτοῦ καὶ τυραννεῦσαι .
οὐ μὴν οὐδ’ ἂν κατασχεῖν μοι δοκεῖ ποτὲ Ἱππίας τὸ παραχρῆμα ῥᾳδίως τὴν τυραννίδα , εἰ Ἵππαρχος μὲν ἐν τῇ ἀρχῇ ὢν ἀπέθανεν , αὐτὸς δὲ αὐθημερὸν καθίστατο · ἀλλὰ καὶ διὰ τὸ πρότερον ξύνηθες τοῖς μὲν πολίταις φοβερόν , ἐς δὲ τοὺς ἐπικούρους ἀκριβές , πολλῷ τῷ περιόντι τοῦ ἀσφαλοῦς κατεκράτησε , καὶ οὐχ ὡς ἀδελφὸς νεώτερος ὢν ἠπόρησεν , ἐν ᾧ οὐ πρότερον ξυνεχῶς ὡμιλήκει τῇ ἀρχῇ .
Ἱππάρχῳ δὲ ξυνέβη τοῦ πάθους τῇ δυστυχίᾳ ὀνομασθέντα καὶ τὴν δόξαν τῆς τυραννίδος ἐς τὰ ἔπειτα προσλαβεῖν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.