χρόνον μὲν οὖν πολὺν ἀντεῖχον οὐκ ἐνδιδόντες ἀλλήλοις · ἔπειτα (ἦσαν γὰρ τοῖς Ἀθηναίοις οἱ ἱππῆς ὠφέλιμοι ξυμμαχόμενοι , τῶν ἑτέρων οὐκ ἐχόντων ἵππους ) ἐτράποντο οἱ Κορίνθιοι καὶ ὑπεχώρησαν πρὸς τὸν λόφον καὶ ἔθεντο τὰ ὅπλα καὶ οὐκέτι κατέβαινον , ἀλλ᾽ ἡσύχαζον . ἐν
δὲ τῇ τροπῇ ταύτῃ κατὰ τὸ δεξιὸν κέρας οἱ πλεῖστοί τε αὐτῶν ἀπέθανον καὶ Λυκόφρων ὁ στρατηγός . ἡ δὲ ἄλλη στρατιὰ τούτῳ τῷ τρόπῳ οὐ κατὰ δίωξιν πολλὴν οὐδὲ ταχείας φυγῆς γενομένης , ἐπεὶ ἐβιάσθη , ἐπαναχωρήσασα πρὸς τὰ μετέωρα ἱδρύθη . οἱ
δὲ Ἀθηναῖοι , ὡς οὐκέτι αὐτοῖς ἐπῇσαν ἐς μάχην , τούς τε νεκροὺς ἐσκύλευον καὶ τοὺς ἑαυτῶν ἀνῃροῦντο , τροπαῖόν τε εὐθέως ἔστησαν . τοῖς
δ’ ἡμίσεσι τῶν Κορινθίων , οἳ ἐν τῇ Κεγχρειᾷ ἐκάθηντο φύλακες μὴ ἐπὶ τὸν Κρομμυῶνα πλεύσωσι , τούτοις οὐ κατάδηλος ἡ μάχη ἦν ὑπὸ τοῦ ὄρους τοῦ Ὀνείου · κονιορτὸν δὲ ὡς εἶδον καὶ [ὡς ] ἔγνωσαν , ἐβοήθουν εὐθύς . ἐβοήθησαν δὲ καὶ οἱ ἐκ τῆς πόλεως πρεσβύτεροι τῶν Κορινθίων αἰσθόμενοι τὸ γεγενημένον . ἰδόντες
δὲ οἱ Ἀθηναῖοι ξύμπαντας αὐτοὺς ἐπιόντας καὶ νομίσαντες τῶν ἐγγὺς ἀστυγειτόνων Πελοποννησίων βοήθειαν ἐπιέναι , ἀνεχώρουν κατὰ τάχος ἐπὶ τὰς ναῦς , ἔχοντες τὰ σκυλεύματα καὶ τοὺς ἑαυτῶν νεκροὺς πλὴν δυοῖν , οὓς ἐγκατέλιπον οὐ δυνάμενοι εὑρεῖν . καὶ
ἀναβάντες ἐπὶ τὰς ναῦς ἐπεραιώθησαν ἐς τὰς ἐπικειμένας νήσους , ἐκ δ’ αὐτῶν ἐπικηρυκευσάμενοι τοὺς νεκροὺς οὓς ἐγκατέλιπον ὑποσπόνδους ἀνείλοντο . ἀπέθανον δὲ Κορινθίων μὲν ἐν τῇ μάχῃ δώδεκα καὶ διακόσιοι , Ἀθηναίων δὲ ὀλίγῳ ἐλάσσους πεντήκοντα .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.