τέλος δὲ νεκρῶν τε πολλῶν ἐπ’ ἀλλήλοις ἤδη κειμένων ἐν τῷ ποταμῷ καὶ διεφθαρμένου τοῦ στρατεύματος τοῦ μὲν κατὰ τὸν ποταμόν , τοῦ δὲ καί , εἴ τι διαφύγοι , ὑπὸ τῶν ἱππέων , Νικίας Γυλίππῳ ἑαυτὸν παραδίδωσι , πιστεύσας μᾶλλον αὐτῷ ἢ τοῖς Συρακοσίοις · καὶ ἑαυτῷ μὲν χρήσασθαι ἐκέλευεν ἐκεῖνόν τε καὶ Λακεδαιμονίους ὅτι βούλονται , τοὺς δὲ ἄλλους στρατιώτας παύσασθαι φονεύοντας . καὶ
ὁ Γύλιππος μετὰ τοῦτο ζωγρεῖν ἤδη ἐκέλευεν · καὶ τούς τε λοιποὺς ὅσους μὴ ἀπεκρύψαντο (πολλοὶ δὲ οὗτοι ἐγένοντο) ξυνεκόμισαν ζῶντας , καὶ ἐπὶ τοὺς τριακοσίους , οἳ τὴν φυλακὴν διεξῆλθον τῆς νυκτός , πέμψαντες τοὺς διωξομένους ξυνέλαβον . τὸ
μὲν οὖν ἁθροισθὲν τοῦ στρατεύματος ἐς τὸ κοινὸν οὐ πολὺ ἐγένετο , τὸ δὲ διακλαπὲν πολύ , καὶ διεπλήσθη πᾶσα Σικελία αὐτῶν , ἅτε οὐκ ἀπὸ ξυμβάσεως ὥσπερ τῶν μετὰ Δημοσθένους ληφθέντων . μέρος
δέ τι οὐκ ὀλίγον καὶ ἀπέθανεν · πλεῖστος γὰρ δὴ φόνος οὗτος καὶ οὐδενὸς ἐλάσσων τῶν ἐν τῷ [Σικελικῷ ] πολέμῳ τούτῳ ἐγένετο . καὶ ἐν ταῖς ἄλλαις προσβολαῖς ταῖς κατὰ τὴν πορείαν συχναῖς γενομέναις οὐκ ὀλίγοι ἐτεθνήκεσαν . πολλοὶ δὲ ὅμως καὶ διέφυγον , οἱ μὲν καὶ παραυτίκα , οἱ δὲ καὶ δουλεύσαντες καὶ διαδιδράσκοντες ὕστερον · τούτοις δ’ ἦν ἀναχώρησις ἐς Κατάνην .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.