‘καίτοι τῇ ἑαυτῶν ἑκάστους , εἰ σωφρονοῦμεν , χρὴ τὰ μὴ προσήκοντα ἐπικτωμένους μᾶλλον ἢ τὰ ἑτοῖμα βλάπτοντας ξυμμάχους τε ἐπάγεσθαι καὶ τοὺς κινδύνους προσλαμβάνειν , νομίσαι τε στάσιν μάλιστα φθείρειν τὰς πόλεις καὶ τὴν Σικελίαν , ἧς γε οἱ ἔνοικοι ξύμπαντες μὲν ἐπιβουλευόμεθα , κατὰ πόλεις δὲ διέσταμεν .
ἃ χρὴ γνόντας καὶ ἰδιώτην ἰδιώτῃ καταλλαγῆναι καὶ πόλιν πόλει , καὶ πειρᾶσθαι κοινῇ σῴζειν τὴν πᾶσαν Σικελίαν , παρεστάναι δὲ μηδενὶ ὡς οἱ μὲν Δωριῆς ἡμῶν πολέμιοι τοῖς Ἀθηναίοις , τὸ δὲ Χαλκιδικὸν τῇ Ἰάδι ξυγγενείᾳ ἀσφαλές .
οὐ γὰρ τοῖς ἔθνεσιν , ὅτι δίχα πέφυκε , τοῦ ἑτέρου ἔχθει ἐπίασιν , ἀλλὰ τῶν ἐν τῇ Σικελίᾳ ἀγαθῶν ἐφιέμενοι , ἃ κοινῇ κεκτήμεθα .
ἐδήλωσαν δὲ νῦν ἐν τῇ τοῦ Χαλκιδικοῦ γένους παρακλήσει · τοῖς γὰρ οὐδεπώποτε σφίσι κατὰ τὸ ξυμμαχικὸν προσβοηθήσασιν αὐτοὶ τὸ δίκαιον μᾶλλον τῆς ξυνθήκης προθύμως παρέσχοντο .
καὶ τοὺς μὲν Ἀθηναίους ταῦτα πλεονεκτεῖν τε καὶ προνοεῖσθαι πολλὴ ξυγγνώμη , καὶ οὐ τοῖς ἄρχειν βουλομένοις μέμφομαι , ἀλλὰ τοῖς ὑπακούειν ἑτοιμοτέροις οὖσιν · πέφυκε γὰρ τὸ ἀνθρώπειον διὰ παντὸς ἄρχειν μὲν τοῦ εἴκοντος , φυλάσσεσθαι δὲ τὸ ἐπιόν .
ὅσοι δὲ γιγνώσκοντες αὐτὰ μὴ ὀρθῶς προσκοποῦμεν , μηδὲ τοῦτό τις πρεσβύτατον ἥκει κρίνας , τὸ κοινῶς φοβερὸν ἅπαντας εὖ θέσθαι , ἁμαρτάνομεν .
τάχιστα δ’ ἂν ἀπαλλαγὴ αὐτοῦ γένοιτο , εἰ πρὸς ἀλλήλους ξυμβαῖμεν · οὐ γὰρ ἀπὸ τῆς αὑτῶν ὁρμῶνται Ἀθηναῖοι , ἀλλ’ ἐκ τῆς τῶν ἐπικαλεσαμένων . καὶ οὕτως οὐ πόλεμος πολέμῳ , εἰρήνῃ δὲ διαφοραὶ ἀπραγμόνως παύονται , οἵ τ’ ἐπίκλητοι εὐπρεπῶς ἄδικοι ἐλθόντες εὐλόγως ἄπρακτοι ἀπίασιν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.