Λακεδαιμόνιοι δέ (ἔλαχον γὰρ πρότεροι ἀποδιδόναι ἃ εἶχον ) τούς τε ἄνδρας εὐθὺς τοὺς παρὰ σφίσιν αἰχμαλώτους ἀφίεσαν καὶ πέμψαντες ἐς τὰ ἐπὶ Θρᾴκης πρέσβεις Ἰσχαγόραν καὶ Μηνᾶν καὶ Φιλοχαρίδαν ἐκέλευον τὸν Κλεαρίδαν τὴν Ἀμφίπολιν παραδιδόναι τοῖς Ἀθηναίοις καὶ τοὺς ἄλλους τὰς σπονδάς , ὡς εἴρητο ἑκάστοις , δέχεσθαι .
οἱ δ’ οὐκ ἤθελον , νομίζοντες οὐκ ἐπιτηδείας εἶναι · οὐδὲ ὁ Κλεαρίδας παρέδωκε τὴν πόλιν , χαριζόμενος τοῖς Χαλκιδεῦσι , λέγων ὡς οὐ δυνατὸς εἴη βίᾳ ἐκείνων παραδιδόναι .
ἐλθὼν δὲ αὐτὸς κατὰ τάχος μετὰ πρέσβεων αὐτόθεν ἀπολογησόμενός τε ἐς τὴν Λακεδαίμονα , ἢν κατηγορῶσιν οἱ περὶ τὸν Ἰσχαγόραν ὅτι οὐκ ἐπείθετο , καὶ ἅμα βουλόμενος εἰδέναι εἰ ἔτι μετακινητὴ εἴη ἡ ὁμολογία , ἐπειδὴ ηὗρε κατειλημμένους , αὐτὸς μὲν πάλιν πεμπόντων τῶν Λακεδαιμονίων καὶ κελευόντων μάλιστα μὲν καὶ τὸ χωρίον παραδοῦναι , εἰ δὲ μή , ὁπόσοι Πελοποννησίων ἔνεισιν ἐξαγαγεῖν , κατὰ τάχος ἐπορεύετο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.