ὁ δὲ Κλέων τέως μὲν ἡσύχαζεν , ἔπειτα ἠναγκάσθη ποιῆσαι ὅπερ ὁ Βρασίδας προσεδέχετο . τῶν
γὰρ στρατιωτῶν ἀχθομένων μὲν τῇ ἕδρᾳ , ἀναλογιζομένων δὲ τὴν ἐκείνου ἡγεμονίαν πρὸς οἵαν ἐμπειρίαν καὶ τόλμαν μετὰ οἵας ἀνεπιστημοσύνης καὶ μαλακίας γενήσοιτο καὶ οἴκοθεν ὡς ἄκοντες αὐτῷ ξυνῆλθον , αἰσθόμενος τὸν θροῦν καὶ οὐ βουλόμενος αὐτοὺς διὰ τὸ ἐν τῷ αὐτῷ καθημένους βαρύνεσθαι , ἀναλαβὼν ἦγεν . καὶ
ἐχρήσατο τῷ τρόπῳ ᾧπερ καὶ ἐς τὴν Πύλον εὐτυχήσας ἐπίστευσέ τι φρονεῖν · ἐς μάχην μὲν γὰρ οὐδὲ ἤλπισέν οἱ ἐπεξιέναι οὐδένα , κατὰ θέαν δὲ μᾶλλον ἔφη ἀναβαίνειν τοῦ χωρίου , καὶ τὴν μείζω παρασκευὴν περιέμενεν , οὐχ ὡς τῷ ἀσφαλεῖ , ἢν ἀναγκάζηται , περισχήσων , ἀλλ’ ὡς κύκλῳ περιστὰς βίᾳ αἱρήσων τὴν πόλιν . ἐλθών
τε καὶ καθίσας ἐπὶ λόφου καρτεροῦ πρὸ τῆς Ἀμφιπόλεως τὸν στρατὸν αὐτὸς ἐθεᾶτο τὸ λιμνῶδες τοῦ Στρυμόνος καὶ τὴν θέσιν τῆς πόλεως ἐπὶ τῇ Θρᾴκῃ ὡς ἔχοι . ἀπιέναι
τε ἐνόμιζεν , ὁπόταν βούληται , ἀμαχεί · καὶ γὰρ οὐδὲ ἐφαίνετο οὔτ’ ἐπὶ τοῦ τείχους οὐδεὶς οὔτε κατὰ πύλας ἐξῄει , κεκλῃμέναι τε ἦσαν πᾶσαι . ὥστε καὶ μηχανὰς ὅτι οὐκ ἀνῆλθεν ἔχων , ἁμαρτεῖν ἐδόκει · ἑλεῖν γὰρ ἂν τὴν πόλιν διὰ τὸ ἐρῆμον .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.