τοιαῦτα τοῦ Ἱπποκράτους παρακελευομένου καὶ μέχρι μὲν μέσου τοῦ στρατοπέδου ἐπελθόντος , τὸ δὲ πλέον οὐκέτι φθάσαντος , οἱ Βοιωτοί , παρακελευσαμένου καὶ σφίσιν ὡς διὰ ταχέων καὶ ἐνταῦθα Παγώνδου , παιανίσαντες ἐπῇσαν ἀπὸ τοῦ λόφου . ἀντεπῇσαν δὲ καὶ οἱ Ἀθηναῖοι καὶ προσέμειξαν δρόμῳ .
καὶ ἑκατέρων τῶν στρατοπέδων τὰ ἔσχατα οὐκ ἦλθεν ἐς χεῖρας , ἀλλὰ τὸ αὐτὸ ἔπαθεν · ῥύακες γὰρ ἐκώλυσαν . τὸ δὲ ἄλλο καρτερᾷ μάχῃ καὶ ὠθισμῷ ἀσπίδων ξυνειστήκει .
καὶ τὸ μὲν εὐώνυμον τῶν Βοιωτῶν καὶ μέχρι μέσου ἡσσᾶτο ὑπὸ τῶν Ἀθηναίων , καὶ ἐπίεσαν τούς τε ἄλλους ταύτῃ καὶ οὐχ ἥκιστα τοὺς Θεσπιᾶς . ὑποχωρησάντων γὰρ αὐτοῖς τῶν παρατεταγμένων , καὶ κυκλωθέντων ἐν ὀλίγῳ , οἵπερ διεφθάρησαν Θεσπιῶν , ἐν χερσὶν ἀμυνόμενοι κατεκόπησαν · καί τινες καὶ τῶν Ἀθηναίων διὰ τὴν κύκλωσιν ταραχθέντες ἠγνόησάν τε καὶ ἀπέκτειναν ἀλλήλους .
τὸ μὲν οὖν ταύτῃ ἡσσᾶτο τῶν Βοιωτῶν καὶ πρὸς τὸ μαχόμενον κατέφυγε , τὸ δὲ δεξιόν , ᾗ οἱ Θηβαῖοι ἦσαν , ἐκράτει τῶν Ἀθηναίων , καὶ ὠσάμενοι κατὰ βραχὺ τὸ πρῶτον ἐπηκολούθουν .
καὶ ξυνέβη , Παγώνδου περιπέμψαντος δύο τέλη τῶν ἱππέων ἐκ τοῦ ἀφανοῦς περὶ τὸν λόφον , ὡς ἐπόνει τὸ εὐώνυμον αὐτῶν , καὶ ὑπερφανέντων αἰφνιδίως , τὸ νικῶν τῶν Ἀθηναίων κέρας , νομίσαν ἄλλο στράτευμα ἐπιέναι , ἐς φόβον καταστῆναι ·
καὶ ἀμφοτέρωθεν ἤδη , ὑπό τε τοῦ τοιούτου καὶ ὑπὸ τῶν Θηβαίων ἐφεπομένων καὶ παραρρηγνύντων , φυγὴ καθειστήκει παντὸς τοῦ στρατοῦ τῶν Ἀθηναίων .
καὶ οἱ μὲν πρὸς τὸ Δήλιόν τε καὶ τὴν θάλασσαν ὥρμησαν , οἱ δὲ ἐπὶ τοῦ Ὠρωποῦ , ἄλλοι δὲ πρὸς Πάρνηθα τὸ ὄρος , οἱ δὲ ὡς ἕκαστοί τινα εἶχον ἐλπίδα σωτηρίας .
Βοιωτοὶ δὲ ἐφεπόμενοι ἔκτεινον , καὶ μάλιστα οἱ ἱππῆς οἵ τε αὐτῶν καὶ οἱ Λοκροὶ βεβοηθηκότες ἄρτι τῆς τροπῆς γιγνομένης · νυκτὸς δὲ ἐπιλαβούσης τὸ ἔργον ῥᾷον τὸ πλῆθος τῶν φευγόντων διεσώθη .
καὶ τῇ ὑστεραίᾳ οἵ τε ἐκ τοῦ Ὠρωποῦ καὶ οἱ ἐκ τοῦ Δηλίου φυλακὴν ἐγκαταλιπόντες ( εἶχον γὰρ αὐτὸ ὅμως ἔτι) ἀπεκομίσθησαν κατὰ θάλασσαν ἐπ’ οἴκου .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.