καὶ εἰ μὲν αὐτόνομοι ἔτι ἦμεν ἅπαντες , βεβαιότεροι ἂν ἡμῖν ἦσαν μηδὲν νεωτεριεῖν · ὑποχειρίους δὲ ἔχοντες τοὺς πλείους , ἡμῖν δὲ ἀπὸ τοῦ ἴσου ὁμιλοῦντες , χαλεπώτερον εἰκότως ἔμελλον οἴσειν καὶ πρὸς τὸ πλέον ἤδη εἶκον τοῦ ἡμετέρου ἔτι μόνου ἀντισουμένου , ἄλλως τε καὶ ὅσῳ δυνατώτεροι αὐτοὶ αὑτῶν ἐγίγνοντο καὶ ἡμεῖς ἐρημότεροι . τὸ
δὲ ἀντίπαλον δέος μόνον πιστὸν ἐς ξυμμαχίαν · ὁ γὰρ παραβαίνειν τι βουλόμενος τῷ μὴ προύχων ἂν ἐπελθεῖν ἀποτρέπεται . αὐτόνομοί
τε ἐλείφθημεν οὐ δι’ ἄλλο τι ἢ ὅσον αὐτοῖς ἐς τὴν ἀρχὴν εὐπρεπείᾳ τε λόγου καὶ γνώμης μᾶλλον ἐφόδῳ ἢ ἰσχύος τὰ πράγματα ἐφαίνετο καταληπτά . ἅμα
μὲν γὰρ μαρτυρίῳ ἐχρῶντο μὴ ἂν τούς γε ἰσοψήφους ἄκοντας , εἰ μή τι ἠδίκουν οἷς ἐπῇσαν , ξυστρατεύειν · ἐν τῷ αὐτῷ δὲ καὶ τὰ κράτιστα ἐπί τε τοὺς ὑποδεεστέρους πρώτους ξυνεπῆγον καὶ τὰ τελευταῖα λιπόντες τοῦ ἄλλου περιῃρημένου ἀσθενέστερα ἔμελλον ἕξειν . εἰ
δὲ ἀφ’ ἡμῶν ἤρξαντο , ἐχόντων ἔτι τῶν πάντων αὐτῶν τε ἰσχὺν καὶ πρὸς ὅτι χρὴ στῆναι , οὐκ ἂν ὁμοίως ἐχειρώσαντο . τό
τε ναυτικὸν ἡμῶν παρεῖχέ τινα φόβον μή ποτε καθ’ ἓν γενόμενον ἢ ὑμῖν ἢ ἄλλῳ τῳ προσθέμενον κίνδυνον σφίσι παράσχῃ . τὰ
δὲ καὶ ἀπὸ θεραπείας τοῦ τε κοινοῦ αὐτῶν καὶ τῶν αἰεὶ προεστώτων περιεγιγνόμεθα . οὐ
μέντοι ἐπὶ πολύ γ’ ἂν ἐδοκοῦμεν δυνηθῆναι , εἰ μὴ ὁ πόλεμος ὅδε κατέστη , παραδείγμασι χρώμενοι τοῖς ἐς τοὺς ἄλλους .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.