ᾠκίσθη δὲ ὧδε τὸ ἀρχαῖον , καὶ τοσάδε ἔθνη ἔσχε τὰ ξύμπαντα . παλαίτατοι μὲν λέγονται ἐν μέρει τινὶ τῆς χώρας Κύκλωπες καὶ Λαιστρυγόνες οἰκῆσαι , ὧν ἐγὼ οὔτε γένος ἔχω εἰπεῖν οὔτε ὁπόθεν ἐσῆλθον ἢ ὅποι ἀπεχώρησαν · ἀρκείτω δὲ ὡς ποιηταῖς τε εἴρηται καὶ ὡς ἕκαστός πῃ γιγνώσκει περὶ αὐτῶν .
Σικανοὶ δὲ μετ’ αὐτοὺς πρῶτοι φαίνονται ἐνοικισάμενοι , ὡς μὲν αὐτοί φασι , καὶ πρότεροι διὰ τὸ αὐτόχθονες εἶναι , ὡς δὲ ἡ ἀλήθεια εὑρίσκεται , Ἴβηρες ὄντες καὶ ἀπὸ τοῦ Σικανοῦ ποταμοῦ τοῦ ἐν Ἰβηρίᾳ ὑπὸ Λιγύων ἀναστάντες . καὶ ἀπ’ αὐτῶν Σικανία τότε ἡ νῆσος ἐκαλεῖτο , πρότερον Τρινακρία καλουμένη · οἰκοῦσι δὲ ἔτι καὶ νῦν τὰ πρὸς ἑσπέραν τὴν Σικελίαν .
Ἰλίου δὲ ἁλισκομένου τῶν Τρώων τινὲς διαφυγόντες Ἀχαιοὺς πλοίοις ἀφικνοῦνται πρὸς τὴν Σικελίαν , καὶ ὅμοροι τοῖς Σικανοῖς οἰκήσαντες ξύμπαντες μὲν Ἔλυμοι ἐκλήθησαν , πόλεις δ’ αὐτῶν Ἔρυξ τε καὶ Ἔγεστα . προσξυνῴκησαν δὲ αὐτοῖς καὶ Φωκέων τινὲς τῶν ἀπὸ Τροίας τότε χειμῶνι ἐς Λιβύην πρῶτον , ἔπειτα ἐς Σικελίαν ἀπ’ αὐτῆς κατενεχθέντες .
Σικελοὶ δ’ ἐξ Ἰταλίας (ἐνταῦθα γὰρ ᾤκουν) διέβησαν ἐς Σικελίαν , φεύγοντες Ὀπικούς , ὡς μὲν εἰκὸς καὶ λέγεται , ἐπὶ σχεδιῶν , τηρήσαντες τὸν πορθμὸν κατιόντος τοῦ ἀνέμου , τάχα ἂν δὲ καὶ ἄλλως πως ἐσπλεύσαντες . εἰσὶ δὲ καὶ νῦν ἔτι ἐν τῇ Ἰταλίᾳ Σικελοί , καὶ ἡ χώρα ἀπὸ Ἰταλοῦ βασιλέως τινὸς Σικελῶν , τοὔνομα τοῦτο ἔχοντος , οὕτως Ἰταλία ἐπωνομάσθη .
ἐλθόντες δὲ ἐς τὴν Σικελίαν στρατὸς πολὺς τούς τε Σικανοὺς κρατοῦντες μάχῃ ἀνέστειλαν πρὸς τὰ μεσημβρινὰ καὶ ἑσπέρια αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι , καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες , ἐπεὶ διέβησαν , ἔτη ἐγγὺς τριακόσια πρὶν Ἕλληνας ἐς Σικελίαν ἐλθεῖν · ἔτι δὲ καὶ νῦν τὰ μέσα καὶ τὰ πρὸς βορρᾶν τῆς νήσου ἔχουσιν .
ᾤκουν δὲ καὶ Φοίνικες περὶ πᾶσαν μὲν τὴν Σικελίαν ἄκρας τε ἐπὶ τῇ θαλάσσῃ ἀπολαβόντες καὶ τὰ ἐπικείμενα νησίδια ἐμπορίας ἕνεκεν τῆς πρὸς τοὺς Σικελούς · ἐπειδὴ δὲ οἱ Ἕλληνες πολλοὶ κατὰ θάλασσαν ἐπεσέπλεον , ἐκλιπόντες τὰ πλείω Μοτύην καὶ Σολόεντα καὶ Πάνορμον ἐγγὺς τῶν Ἐλύμων ξυνοικήσαντες ἐνέμοντο , ξυμμαχίᾳ τε πίσυνοι τῇ τῶν Ἐλύμων , καὶ ὅτι ἐντεῦθεν ἐλάχιστον πλοῦν Καρχηδὼν Σικελίας ἀπέχει . βάρβαροι μὲν οὖν τοσοίδε Σικελίαν καὶ οὕτως ᾤκησαν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.