καὶ νῦν ὡς ἐφ’ ἃ μὲν ἤλθομεν τὸ πρῶτον καὶ τῶν στρατιωτῶν καὶ τῶν ἡγεμόνων ὑμῖν μὴ μεμπτῶν γεγενημένων , οὕτω τὴν γνώμην ἔχετε · ἐπειδὴ δὲ Σικελία τε ἅπασα ξυνίσταται καὶ ἐκ Πελοποννήσου ἄλλη στρατιὰ προσδόκιμος αὐτοῖς , βουλεύεσθε ἤδη ὡς τῶν γ’ ἐνθάδε μηδὲ τοῖς παροῦσιν ἀνταρκούντων , ἀλλ’ ἢ τούτους μεταπέμπειν δέον ἢ ἄλλην στρατιὰν μὴ ἐλάσσω ἐπιπέμπειν καὶ πεζὴν καὶ ναυτικὴν καὶ χρήματα μὴ ὀλίγα , ἐμοὶ δὲ διάδοχόν τινα , ὡς ἀδύνατός εἰμι διὰ νόσον νεφρῖτιν παραμένειν . ἀξιῶ
δ’ ὑμῶν ξυγγνώμης τυγχάνειν · καὶ γὰρ ὅτ’ ἐρρώμην πολλὰ ἐν ἡγεμονίαις ὑμᾶς εὖ ἐποίησα . ὅτι δὲ μέλλετε , ἅμα τῷ ἦρι εὐθὺς καὶ μὴ ἐς ἀναβολὰς πράσσετε , ὡς τῶν πολεμίων τὰ μὲν ἐν Σικελίᾳ δι’ ὀλίγου ποριουμένων , τὰ δ’ ἐκ Πελοποννήσου σχολαίτερον μέν , ὅμως δ᾽ , ἢν μὴ προσέχητε τὴν γνώμην , τὰ μὲν λήσουσιν ὑμᾶς , ὥσπερ καὶ πρότερον , τὰ δὲ φθήσονται . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.