‘ἡμῖν δὲ καλῶς , εἴπερ ποτέ , ἔχει ἀμφοτέροις ἡ ξυναλλαγή , πρίν τι ἀνήκεστον διὰ μέσου γενόμενον ἡμᾶς καταλαβεῖν , ἐν ᾧ ἀνάγκη ἀίδιον ὑμῖν ἔχθραν πρὸς τῇ κοινῇ καὶ ἰδίαν ἔχειν , ὑμᾶς δὲ στερηθῆναι ὧν νῦν προκαλούμεθα .
ἔτι δ’ ὄντων ἀκρίτων καὶ ὑμῖν μὲν δόξης καὶ ἡμετέρας φιλίας προσγιγνομένης , ἡμῖν δὲ πρὸ αἰσχροῦ τινὸς ξυμφορᾶς μετρίως κατατιθεμένης διαλλαγῶμεν , καὶ αὐτοί τε ἀντὶ πολέμου εἰρήνην ἑλώμεθα καὶ τοῖς ἄλλοις Ἕλλησιν ἀνάπαυσιν κακῶν ποιήσωμεν · οἳ καὶ ἐν τούτῳ ὑμᾶς αἰτιωτέρους ἡγήσονται . πολεμοῦνται μὲν γὰρ ἀσαφῶς ὁποτέρων ἀρξάντων · καταλύσεως δὲ γενομένης , ἧς νῦν ὑμεῖς τὸ πλέον κύριοί ἐστε , τὴν χάριν ὑμῖν προσθήσουσιν .
ἤν τε γνῶτε , Λακεδαιμονίοις ἔξεστιν ὑμῖν φίλους γενέσθαι βεβαίως , αὐτῶν τε προκαλεσαμένων χαρισαμένοις τε μᾶλλον ἢ βιασαμένοις .
καὶ ἐν τούτῳ τὰ ἐνόντα ἀγαθὰ σκοπεῖτε ὅσα εἰκὸς εἶναι · ἡμῶν γὰρ καὶ ὑμῶν ταὐτὰ λεόντων τό γε ἄλλο Ἑλληνικὸν ἴστε ὅτι ὑποδεέστερον ὂν τὰ μέγιστα τιμήσει . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.