ἐπισταμένοις δ’ ὑμῖν γράφω ὅτι βραχεῖα ἀκμὴ πληρώματος καὶ ὀλίγοι τῶν ναυτῶν οἱ ἐξορμῶντές τε ναῦν καὶ ξυνέχοντες τὴν εἰρεσίαν . τούτων
δὲ πάντων ἀπορώτατον τό τε μὴ οἷόν τε εἶναι ταῦτα ἐμοὶ κωλῦσαι τῷ στρατηγῷ (χαλεπαὶ γὰρ αἱ ὑμέτεραι φύσεις ἄρξαι ) καὶ ὅτι οὐδ’ ὁπόθεν ἐπιπληρωσόμεθα τὰς ναῦς ἔχομεν , ὃ τοῖς πολεμίοις πολλαχόθεν ὑπάρχει , ἀλλ’ ἀνάγκη ἀφ’ ὧν ἔχοντες ἤλθομεν τά τε ὄντα καὶ ἀπαναλισκόμενα γίγνεσθαι · αἱ γὰρ νῦν οὖσαι πόλεις ξύμμαχοι ἀδύνατοι Νάξος καὶ Κατάνη . εἰ
δὲ προσγενήσεται ἓν ἔτι τοῖς πολεμίοις , ὥστε τὰ τρέφοντα ἡμᾶς χωρία τῆς Ἰταλίας , ὁρῶντα ἐν ᾧ τ’ ἐσμὲν καὶ ὑμῶν μὴ ἐπιβοηθούντων , πρὸς ἐκείνους χωρῆσαι , διαπεπολεμήσεται αὐτοῖς ἀμαχεὶ ἐκπολιορκηθέντων ἡμῶν [ὁ πόλεμος ] . ‘τούτων
ἐγὼ ἡδίω μὲν ἂν εἶχον ὑμῖν ἕτερα ἐπιστέλλειν , οὐ μέντοι χρησιμώτερά γε , εἰ δεῖ σαφῶς εἰδότας τὰ ἐνθάδε βουλεύσασθαι . καὶ ἅμα τὰς φύσεις ἐπιστάμενος ὑμῶν , βουλομένων μὲν τὰ ἥδιστα ἀκούειν , αἰτιωμένων δὲ ὕστερον , ἤν τι ὑμῖν ἀπ’ αὐτῶν μὴ ὁμοῖον ἐκβῇ , ἀσφαλέστερον ἡγησάμην τὸ ἀληθὲς δηλῶσαι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.