ἀνίστησιν οὖν ἐκ τῶν Ὀδρυσῶν ὁρμώμενος πρῶτον μὲν τοὺς ἐντὸς τοῦ Αἵμου τε ὄρους καὶ τῆς Ῥοδόπης Θρᾷκας , ὅσων ἦρχε μέχρι θαλάσσης [ἐς τὸν Εὔξεινόν τε πόντον καὶ τὸν Ἑλλήσποντον] , ἔπειτα τοὺς ὑπερβάντι Αἷμον Γέτας καὶ ὅσα ἄλλα μέρη ἐντὸς τοῦ Ἴστρου ποταμοῦ πρὸς θάλασσαν μᾶλλον τὴν τοῦ Εὐξείνου πόντου κατῴκητο · εἰσὶ δ’ οἱ Γέται καὶ οἱ ταύτῃ ὅμοροί τε τοῖς Σκύθαις καὶ ὁμόσκευοι , πάντες ἱπποτοξόται . παρεκάλει
δὲ καὶ τῶν ὀρεινῶν Θρᾳκῶν πολλοὺς τῶν αὐτονόμων καὶ μαχαιροφόρων , οἳ Δῖοι καλοῦνται , τὴν Ῥοδόπην οἱ πλεῖστοι οἰκοῦντες · καὶ τοὺς μὲν μισθῷ ἔπειθεν , οἱ δ᾽ ἐθελονταὶ ξυνηκολούθουν . ἀνίστη
δὲ καὶ Ἀγριᾶνας καὶ Λαιαίους καὶ ἄλλα ὅσα ἔθνη Παιονικὰ ὧν ἦρχε καὶ ἔσχατοι τῆς ἀρχῆς οὗτοι ἦσαν · μέχρι γὰρ Λαιαίων Παιόνων καὶ τοῦ Στρυμόνος ποταμοῦ , ὃς ἐκ τοῦ Σκόμβρου ὄρους δι’ Ἀγριάνων καὶ Λαιαίων ῥεῖ , [οὗ] ὡρίζετο ἡ ἀρχὴ τὰ πρὸς Παίονας αὐτονόμους ἤδη . τὰ
δὲ πρὸς Τριβαλλούς , καὶ τούτους αὐτονόμους , Τρῆρες ὥριζον καὶ Τιλαταῖοι · οἰκοῦσι δ’ οὗτοι πρὸς βορέαν τοῦ Σκόμβρου ὄρους καὶ παρήκουσι πρὸς ἡλίου δύσιν μέχρι τοῦ Ὀσκίου ποταμοῦ . ῥεῖ δ’ οὗτος ἐκ τοῦ ὄρους ὅθενπερ καὶ ὁ Νέστος καὶ ὁ Ἕβρος · ἔστι δὲ ἐρῆμον τὸ ὄρος καὶ μέγα , ἐχόμενον τῆς Ῥοδόπης .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.