καὶ οἱ Βοιωτοὶ εὐθὺς μεταπεμψάμενοι ἔκ τε τοῦ Μηλιῶς κόλπου ἀκοντιστὰς καὶ σφενδονήτας , καὶ βεβοηθηκότων αὐτοῖς μετὰ τὴν μάχην Κορινθίων τε δισχιλίων ὁπλιτῶν καὶ τῶν ἐκ Νισαίας ἐξεληλυθότων Πελοποννησίων φρουρῶν καὶ Μεγαρέων ἅμα , ἐστράτευσαν ἐπὶ τὸ Δήλιον καὶ προσέβαλον τῷ τειχίσματι , ἄλλῳ τε τρόπῳ πειράσαντες καὶ μηχανὴν προσήγαγον , ἥπερ εἷλεν αὐτό , τοιάνδε .
κεραίαν μεγάλην δίχα πρίσαντες ἐκοίλαναν ἅπασαν καὶ ξυνήρμοσαν πάλιν ἀκριβῶς ὥσπερ αὐλόν , καὶ ἐπ’ ἄκραν λέβητά τε ἤρτησαν ἁλύσεσι καὶ ἀκροφύσιον ἀπὸ τῆς κεραίας σιδηροῦν ἐς αὐτὸν νεῦον καθεῖτο , καὶ ἐσεσιδήρωτο ἐπὶ μέγα καὶ τοῦ ἄλλου ξύλου .
προσῆγον δὲ ἐκ πολλοῦ ἁμάξαις τῷ τείχει , ᾗ μάλιστα τῇ ἀμπέλῳ καὶ τοῖς ξύλοις ᾠκοδόμητο · καὶ ὁπότε εἴη ἐγγύς , φύσας μεγάλας ἐσθέντες ἐς τὸ πρὸς ἑαυτῶν ἄκρον τῆς κεραίας ἐφύσων .
ἡ δὲ πνοὴ ἰοῦσα στεγανῶς ἐς τὸν λέβητα , ἔχοντα ἄνθρακάς τε ἡμμένους καὶ θεῖον καὶ πίσσαν , φλόγα ἐποίει μεγάλην καὶ ἧψε τοῦ τείχους , ὥστε μηδένα ἔτι ἐπ’ αὐτοῦ μεῖναι , ἀλλὰ ἀπολιπόντας ἐς φυγὴν καταστῆναι καὶ τὸ τείχισμα τούτῳ τῷ τρόπῳ ἁλῶναι .
τῶν δὲ φρουρῶν οἱ μὲν ἀπέθανον , διακόσιοι δὲ ἐλήφθησαν · τῶν δὲ ἄλλων τὸ πλῆθος ἐς τὰς ναῦς ἐσβὰν ἀπεκομίσθη ἐπ’ οἴκου .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.